Σκήτη
Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1895
Εἰς
τὴν ὁμολογίαν ταύτην ἐφιστῶμεν τὴν προσοχὴν τῶν ἀναγνωστῶν, διότι εἶναι
ἀκριβεστάτη καὶ ἀρκεῖ μόνη αὕτη, ὅπως κατάῤῥίψῃ πάντα τὰ ὑπὸ τῶν παπιστῶν
λεγόμενα.
«Ἐγὼ
τῇ τοῦ Θεοῦ χάριτι δόγμασιν ἐντραφεὶς εὐσεβέσι, καὶ τῇ Ἁγίᾳ Καθολικῇ Ἐκκλησίᾳ
διὰ πάντων ἑπόμενος, πιστεύω καὶ ὁμολογῶ τὸν Θεὸν Πατέρα, μόνον ἄναρχον καὶ
ἀναίτιον, πηγὴν δὲ καὶ αἰτίαν τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. Ὁ γὰρ Υἱὸς ἐξ αὐτοῦ
γεγέννηται καὶ τὸ Πνεῦμα ἐξ αὐτοῦ ἐκπορεύεται, μηδὲν τοῦ Υἱοῦ συμβαλλομένου
πρὸς τὴν ἐκπόρευσιν, ὥσπερ οὐδὲ τοῦ Πνεύματος πρὸς τὴν γέννησιν, κατὰ τὸ ἅμα
τὰς προόδους εἶναι καὶ συναλλήλοις, ὡς οἱ θεολόγοι Πατέρες διδάσκουσι· διὰ
τοῦτο γὰρ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐκπορεύεσθαι δι᾿ Υἱοῦ λέγεται, τοῦτ᾿ ἔστι μετὰ
τοῦ Υἱοῦ, καὶ ὡς ὁ Υἱός, εἰ καὶ μὴ γεννητῶς ὡς ἐκεῖνος. Ὁ δὲ Υἱὸς οὐ λέγεται
γεννᾶσθαι διὰ τοῦ Πνεύματος, διὰ τὸ σχετικὸν εἶναι, τὸ τοῦ Υἱοῦ ὄνομα, ἵνα μὴ
δόξῃ υἱὸς εἶναι τοῦ Πνεύματος, ἐντεῦθεν καὶ Πνεῦμα μὲν Υἱοῦ λέγεται διὰ τὸ κατὰ
φύσιν οἰκεῖον· καὶ τὸ δι᾿ αὐτοῦ πεφυκέναι καὶ δίδοσθαι τοῖς ἀνθρώποις· ὁ δὲ
Υἱὸς τοῦ Πατρὸς λέγεται, τοῦ δὲ Πνεύματος ὁ Υἱὸς οὐ λέγεται κατὰ τὸν Νύσσης
Γρηγόριον. Εἰ δὲ τὸ δι᾿ Υἱοῦ ἐκπορεύεσθαι τὴν αἰτίαν ἐδήλου, καθάπερ οἱ νέοι
θεολόγοι φασίν, ἀλλ᾿ οὐ τὸ δι᾿ αὐτοῦ ἐκλάμπειν καὶ πεφυκέναι, καὶ ὅλως τὸ
συμπροϊέναι, καὶ συμπαρομαρτεῖν κατὰ τὸν θεηγόρον Δαμασκηνόν, οὐκ ἂν οἱ
θεολόγοι πάντες ἑξῆς ῥητῶς ἀφῄρουν τοῦ Υἱοῦ τὴν αἰτίαν· ὁ μὲν Διονύσιος λέγων,
μόνη πηγὴ τοῦτ᾿ ἔστιν αἰτία, τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ, καὶ τούτῳ τοῦ
Υἱοῦ καὶ τοῦ Πνεύματος διακρίνεται. Ὁ δὲ Ἀθανάσιος, μόνος ἀγέννητος καὶ μόνος
πηγὴ θεότητος ὁ Πατήρ, τοῦτ᾿ ἔστι μόνος αἰτία καθάπερ καὶ μόνος ἀναίτιος· ὁ δὲ
Γρηγόριος ὁ θεολόγος, πάντα ὅσα ὁ Πατὴρ τοῦ Υἱοῦ πλὴν τῆς αἰτίας. Ὁ δὲ Μάξιμος
ὅτι καὶ οἱ Ῥωμαῖοι τὸν Υἱὸν οὐ ποιοῦσιν αἰτίαν τοῦ Πνεύματος· ὁ δὲ Δαμασκηνὸς
καὶ ἐν ἄλλοις, ὅσα ἁρμόζει πηγῇ, αἰτίᾳ γεννήτορι, τῷ Πατρὶ μόνῳ προσαρμοστέα,
οὐκ ἂν ὁ θεολογικώτατος οὗτος Δαμασκηνὸς τὴν ΔΙΑ τιθεὶς ἐπὶ τοῦ Υἱοῦ, τὴν ΕΚ
ἀπηγόρευεν, ἐν μὲν τῷ ὀγδόῳ τῶν θεολογικῶν λέγων, ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐ
λέγομεν, Υἱοῦ δὲ ὀνομάζομεν καὶ δι᾿ Υἱοῦ φανεροῦσθαι ἡμῖν ὁμολογοῦμεν. Ἐν δὲ τῷ
ιγ´ πάλιν ὁ αὐτὸς Πνεῦμα Υἱοῦ οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ᾿ ὡς δι᾿ αὐτοῦ ἐκ τοῦ Πατρὸς
ἐκπορευόμενον, μόνος γὰρ αἴτιος ὁ Πατήρ, ἐν δὲ τῇ πρὸς Ἰορδάνην ἐπιστολῇ πρὸς
τῷ τέλει· Πνεῦμα ἐνυπόστατον ἐκπόρευμα καὶ πρόβλημα, δι᾿ Υἱοῦ δέ, καὶ οὐκ ἐξ
Υἱοῦ, ὡς Πνεῦμα στόματος Θεοῦ λόγου ἐξαγγελτικόν· ἐν δὲ τῷ εἰς τὴν θεόσωμον
ταφὴν τοῦ Κυρίου λόγῳ, Πνεῦμα ἅγιον τοῦ Θεοῦ καὶ Πατρός, ὡς ἐξ αὐτοῦ
ἐκπορευόμενον, ὅπερ καὶ τοῦ Υἱοῦ λέγεται, ὡς δι᾿ αὐτοῦ φανερούμενον καὶ τῇ
κτίσει μεταδιδόμενον· ἀλλ᾿ οὐκ ἐξ αὐτοῦ ἔχον τὴν ὕπαρξιν· δῆλον γάρ, ὡς ἔνθα
μεσιτείαν αἰτιώδη δηλοῖ ἡ ΔΙΑ καὶ τὸ προσεχὲς αἴτιον, ὡς οἱ Λατῖνοι βούλονται,
πάντως ἰσοδυναμεῖ τότε τῇ ΕΚ, καὶ ἡ ἑτέρα τῆς ἑτέρας τὴν χρῆσιν ἀντιλαμβάνει·
ὡς τὸ ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ, ταὐτὸν τῷ ἐκ τοῦ Θεοῦ καὶ ὁ Ἀνὴρ ΔΙΑ
Γυναικός, τοῦτ᾿ ἔστιν ἐκ Γυναικός, ἔνθα τοίνυν ἡ ΕΚ, ἀπηγόρευται δῆλον ὅτι καὶ
ἡ αἰτία ταύτῃ συναπηγόρευται· λείπεται ἆρα τὸ ἐκ τοῦ Πατρὸς δι᾿ Υἱοῦ
ἐκπορεύεσθαι, τὸ Πνεῦμα τὸ ἅγιον οὕτω λέγεσθαι κατὰ τὸν τῆς συνεπτυγμένης
θεολογίας τρόπον, ὡς ἐκ Πατρὸς ἐκπορευόμενον, δι᾿ οὗ φανεροῦσθαι, ἢ γνωρίζεσθαι,
ἢ ἐκλάμπειν, ἢ πεφυκέναι νοεῖσθαι· τοῦτο γάρ φησιν ὁ μέγας Βασίλειος
γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει τὸ μετὰ τοῦ Υἱοῦ καὶ
σὺν αὐτῷ γνωρίζεσθαι, καὶ οὐκ ἄλλη τις πρὸς τὸν Πατέρα, ἢ τὸ ἐξ αὐτοῦ
ὑφεστάναι· τοῦτ᾿ ἆρα καὶ τὸ διὰ τοῦ Υἱοῦ βούλεται, τὸ μετ᾿ αὐτοῦ γνωρίζεσθαι,
καὶ οὐκ ἄλλη τις πρὸς τὸν Πατέρα, ἢ τὸ ἐξ αὐτοῦ ὑφεστάναι· οὐκ ἆρα ἐκ τοῦ Υἱοῦ
ὑφέστηκεν, οὐδὲ τὸ εἶναι ἔχει τὸ Πνεῦμα τὸ ἅγιον· ὥσπερ δι᾿ Υἱοῦ τὰ πάντα
γεγενῆσθαι λέγεται· ἀλλ᾿ ἐκεῖνο μὲν λέγεται τῆς ΔΙΑ κειμένης ἀντὶ τῆς ΕΚ, τοῦτο
δὲ οὐδαμῶς. Οὐδ᾿ ἂν εὕροι τις οὐδαμοῦ κείμενον οὕτω χωρὶς τοῦ Πατρὸς ἀλλ᾿ ἐκ
Πατρὸς δι᾿ Υἱοῦ λέγεται· τοῦτο δὲ τὴν αἰτίαν οὐκ ἐξ ἀνάγκης τῷ Υἱῷ δίδωσι· διὰ
τοῦτο καὶ τὸ ἐξ Υἱοῦ καὶ παντελῶς οὐχ εὕρηται καὶ καθαρῶς ἀπηγόρευται. Τὰς δὲ
τῶν Δυτικῶν διδασκάλων φωνάς, αἳ τὴν αἰτίαν τῷ Υἱῷ διδόασιν, οὔτε γνωρίζω, οὔτε
παραδέχομαι, τεκμαιρόμενος ὅτι διεφθαρμέναι εἰσὶ καὶ παρέγγραπτοι διά τε πολλῶν
ἄλλων καὶ διὰ τοῦ χθὲς καὶ πρώην προσενεχθέντος παρ᾿ αὐτῶν βιβλίου τῆς
Οἰκουμενικῆς ἑβδόμης συνόδου τὸν ὅρον ἔχοντος μετὰ τῆς ἐν τῷ συμβόλῳ προσθήκης,
ὅπερ ἀναγνωσθὲν ὁπόσην αὐτῶν αἰσχύνην κατέχεεν, ἴσασιν οἱ τότε παρόντες, ἀλλ᾿
οὐδ᾿ ἂν ἐναντία ταῖς Οἰκουμενικαῖς συνόδοις καὶ τοῖς κοινοῖς αὐτῶν δόγμασιν,
οὐδ᾿ ἂν ὅλως ἀσύμφωνα τοῖς Ἀνατολικοῖς διδασκάλοις ἔγραψαν οἱ πατέρες ἐκεῖνοι,
οὐδὲ αὐτοῖς ἀνακόλουθα, καθάπερ δι᾿ ἄλλων πολλῶν ἐκείνων ῥητῶν ἀποδείκνυται.
Διὰ τοῦτο τὰς τοιαύτας ἐπικινδύνους φωνὰς περὶ τῆς τοῦ Ἁγίου Πνεύματος
ἐκπορεύσεως ἀθετεῖ καὶ συμφωνῶν τῷ ἁγίῳ Δαμασκηνῷ, ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐ λέγω,
κἂν ὅστις οὖν ἕτερος τοῦτο λέγειν δοκῇ. Οὔτε λέγω τὸν Υἱὸν αἴτιον, οὐδὲ
προβολέα, ἵνα μὴ δεύτερος αἴτιος ἐν τῇ τριάδι, κἀντεῦθεν δύο αἴτιοι καὶ δύο
ἀρχαὶ γνωρισθῶσιν· οὐδὲ γὰρ οὐσιῶδες ἐνταῦθα τὸ αἴτιον κοινὸν καὶ ἐν τοῖς τρισὶ
προσώποις ὑπάρχει, καὶ διὰ τοῦτο τὰς δύο ἀρχὰς οὐδαμοῦ οὐδαμῶς οἱ Λατῖνοι
φεύξονται μέχρις ἂν τὸν Υἱὸν λέγωσιν ἀρχὴν τοῦ Πνεύματος. Ἡ δὲ ἀρχὴ προσωπικὸν
ὑπάρχει καὶ διακρῖνον τὰ πρόσωπα. Κατὰ πάντα τοίνυν ἑπόμενος ταῖς ἁγίαις καὶ
Οἰκουμενικαῖς ἑπτὰ συνόδοις καὶ τοῖς ἐν αὐταῖς διαλάμψασι θεοσόφοις πατρᾶσι:
«Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε
πάντων καὶ ἀοράτων· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν». Καὶ λέγεται ὅλον τοῦτο
τὸ ἱερὸν τῆς πρώτης συνόδου καὶ τῆς δευτέρας ἐκτεθέν, παρὰ δὲ τῶν λοιπῶν καὶ
βεβαιωθέν, ὅλῃ ψυχῇ δεχόμενος καὶ φυλάττων, ἀποδέχομαι καὶ ἀσπάζομαι πρὸς ταῖς
εἰρημέναις ἑπτὰ συνόδοις, καὶ τὴν μετ᾿ αὐτὰς ἀθροισθεῖσαν ἐπὶ τοῦ εὐσεβοῦς
Βασιλείου βασιλέως Ῥωμαίων καὶ τοῦ Ἁγιωτάτου Πατριάρχου Φωτίου, τὴν
Οἰκουμενικὴν ὀγδόην ὀνομασθεῖσαν, ἣ καὶ τῶν τοποτηρητῶν παρόντων Ἱωάννου τοῦ
μακαρίου Πάπα τῆς πρεσβυτέρας Ῥώμης, Παύλου καὶ Εὐγενίου τῶν Ἐπισκόπων καὶ
Πέτρου Πρεσβυτέρου καὶ Καρδιναλίου, ἐκύρωσε μὲν καὶ ἀνεκήρυξε τὴν ἑβδόμην
Οἰκουμενικὴν Σύνοδον καὶ ταῖς πρὸ αὐτῆς συντάττεσθαι διωρίσατο. Ἀποκατέστησε δὲ
τῷ οἰκείῳ θρόνῳ τὸν Ἁγιώτατον Φώτιον, κατέκρινε δὲ καὶ ἀνεθεμάτισε, καθάπερ καὶ
αἱ πρὸ αὐτῆς Οἰκουμενικαὶ Σύνοδοι, τοὺς τολμῶντας προσθήκην τινὰ καινοτομεῖν ἢ
ὑφαίρεσιν: «εἴ τις γάρ, φησί, παρὰ τοῦτο τὸ ἱερὸν σύμβολον τολμήσει ἕτερον ἀναγράψασθαι,
ἢ προσθεῖναι ἢ ὑφελεῖν καὶ ὅρον ὀνομάσαι ἀποθρασυνθείη κατάκριτος καὶ πάσης
χριστιανικῆς πολιτείας ἀπόβλητος». Τὰ δ᾿ αὐτὰ καὶ ὁ Πάπας Ἱωάννης πρὸς τὸν
Ἅγιον Φώτιον ἐπιστέλλων φησὶ πλατύτερόν τε καὶ καθαρώτερον περὶ τῆς ἐν τῷ
συμβόλῳ ταύτης προσθήκης. Αὕτη ἡ σύνοδος καὶ κανόνας ἐξέθετο τοὺς ἐν πᾶσι τοῖς
κανονικοῖς βιβλίοις εὑρισκομένους, κατὰ τοὺς ὅρους τοίνυν αὐτῆς καὶ τῶν πρὸ
αὐτῆς συνόδων, τὸ ἱερὸν τῆς πίστεως σύμβολον ἀκίνητον δεῖ φυλάττεσθαι κρίνω, ὡς
ἐξεδόθη καὶ οὓς ἀποβάλλονται συναποβαλλόμενος, οὐδέποτε εἰς κοινωνίαν
προσδέξομαι, τοὺς τολμήσαντας ἐν τῷ συμβόλῳ τὴν καινοτομίαν προσθῆναι περὶ τῆς
τοῦ Ἁγίου Πνεύματος ἐκπορεύσεως, ἕως ἂν ἐμμένωσι τῇ τοιαύτῃ καινοτομίᾳ. Ὁ γὰρ
κοινωνῶν φησι τῷ ἀκοινωνήτῳ καὶ αὐτὸς ἀκοινώνητος ἔστω· καὶ ὁ θεῖος Χρυσόστομος
ἐξηγούμενος τό, εἴ τις εὐαγγελίζεται ὑμῖν παρ᾿ ὃ παρελάβετε, ἀνάθεμα· οὐκ εἶπε,
φησίν, ἐὰν ἐναντία καταγγέλλωσιν, ἢ τὸ πᾶν ἀνατρέπωσιν, ἀλλά, κἂν μικρόν τι
εὐαγγελίζωνται, παρ᾿ ὃ παρελάβετε, κἂν τὸ τυχὸν παρακινήσωσιν, ἀνάθεμα ἔστωσαν.
Καὶ ὁ αὐτὸς αὖθις· οἰκονομητέον ἔνθα μὴ παρανομητέον. Καὶ ὁ μέγας Βασίλειος ἐν
τοῖς ἀσκητικοῖς φανερὰ ἔκπτωσις πίστεως καὶ ὑπερηφανείας κατηγορία, ἢ ἀθετεῖν
τι τῶν γεγραμμένων ἢ ἐπεισάγειν τῶν μὴ γεγραμμένων, τοῦ Κυρίου ἡμῶν Ἱησοῦ
εἰπόντος, τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούει· καὶ πρὸ τούτου εἰρηκότος,
ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἴδασι τὴν
φωνὴν τῶν ἀλλοτρίων, καὶ ἐν τῇ πρὸς μονάζοντας ἐπιστολῇ· οἵτινες τὴν ὑγιῆ
πίστιν προσποιοῦντες ὁμολογεῖν, κοινωνοῦσι δὲ τοῖς ἑτερόφροσι, τοὺς τοιούτους,
εἰ μετὰ παραγγελίαν μὴ ἀποστῶσι, μὴ μόνον ἀκοινωνήτους ἔχειν, ἀλλὰ μηδὲ
ἀδελφοὺς ὀνομάζειν. Καὶ πρὸ τούτου ὁ Θεοφόρος Ἱγνάτιος ἐν τῇ πρὸς τὸν θεῖον Πολύκαρπον
Σμύρνης ἐπιστολῇ· πᾶς ὁ λέγων, φησί, παρὰ τὰ διατεταγμένα, κἂν ἀξιόπιστος ᾖ,
κἂν νηστεύῃ, κἂν σημεῖα ποιῇ, κἂν προφητεύῃ, λύκος σοι φαινέσθω ἐν προβάτου
δορᾷ, προβάτων φθορὰν κατεργαζόμενος· καὶ τί δεῖ πολλὰ λέγειν, ἅπαντες οἱ τῆς
Ἐκκλησίας διδάσκαλοι, πᾶσαι αἱ σύνοδοι, πᾶσαι αἱ θεῖαι γραφαὶ φεύγειν τοὺς
ἑτερόφρονας παραινοῦσι, καὶ τῆς αὐτῶν κοινωνίας διΐστασθαι. Τούτων οὖν ἐγὼ
πάντων καταφρονήσας, ἀκολουθήσω τοῖς ἐν προσχήματι πεπλασμένης εἰρήνης ἑνωθῆναι
κελεύουσι, τοῖς τὸ θεῖον σύμβολον κιβδηλεύσασι, καὶ τὸν Υἱὸν ἐπεισάγουσι
δεύτερον αἴτιον τοῦ Ἁγίου Πνεύματος· τὰ γὰρ λοιπὰ τῶν ἀτοπημάτων ἐκ τό γε νῦν
ἔχον, ὧν καὶ ἓν μόνον ἱκανὸν ἦν ἡμᾶς ἐξ αὐτῶν διαστῆσαι, μὴ πάθοιμι τοῦτό ποτε,
παράκλητε ἀγαθέ, μὴ δ᾿ οὕτως ἐμαυτοῦ καὶ τῶν καθηκόντων λογισμῶν ἀποπέσοιμι·
τῆς δὲ σῆς διδασκαλίας καὶ τῶν ὑπὸ σοῦ ἐμπνευσθέντων μακαρίων ἀνδρῶν ἐχόμενος,
προστεθείην πρὸς τοὺς ἐμοὺς πατέρας, τοῦτο εἰμή τι καὶ ἄλλο ἐντεῦθεν
ἀποφερόμενος τὴν εὐσέβειαν».
*ΕΠΙΜΕΛΕΙΑ : ΝΙΚΟΛΑΟΣ ΡΕΝΤΑΚΗΣ.