next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀντίοχος Σελεύκου τοῦ Ἀντιόχου, Σύρων καὶ Βαβυλωνίων καὶ ἑτέρων ἐθνῶν βασιλεύς, ἕκτος δὲ ἀπὸ Σελεύκου τοῦ μετ᾽ Ἀλέξανδρον Ἀσίας τῆς περὶ Εὐφράτην βεβασιλευκότος, ἐσβαλὼν ἐς Μηδίαν τε καὶ Παρθυηνὴν καὶ ἕτερα ἔθνη ἀφιστάμενα ἔτι πρὸ αὐτοῦ, καὶ πολλὰ καὶ μεγάλα δράσας, καὶ μέγας Ἀντίοχος ἀπὸ τοῦδε κληθείς, ἐπαιρόμενος τοῖς γεγονόσι καὶ τῇ δι᾽ αὐτὰ προσωνυμίᾳ, Συρίαν τε τὴν κοίλην καὶ Κιλικίας ἔστιν Πτολεμαίου τοῦ φιλοπάτορος, Αἰγύπτου βασιλέως ἔτι παιδὸς ὄντος, ἐπιδραμὼν περιέσπασε, καὶ μικρὸν οὐδὲν ἐνθυμούμενος Ἑλλησποντίους ἐπῄει καὶ Αἰολέας καὶ Ἴωνας ὡς οἷ προσήκοντας ἄρχοντι τῆς Ἀσίας, ὅτι καὶ πάλαι τῶν τῆς Ἀσίας βασιλέων ὑπήκουον. ἔς τε τὴν Εὐρώπην διαπλεύσας Θρᾴκην ὑπήγετο καὶ τὰ ἀπειθοῦντα ἐβιάζετο, Χερρόνησόν τε ὠχύρου, καὶ Λυσιμάχειαν ᾤκιζεν, ἣν Λυσίμαχος μὲν Θρᾴκης ἐπὶ Ἀλεξάνδρῳ βασιλεύσας ἔκτισεν ἐπιτείχισμα τοῖς Θρᾳξὶν εἶναι, οἱ Θρᾷκες δ᾽ ἀποθανόντος τοῦ Λυσιμάχου καθῃρήκεσαν. καὶ Ἀντίοχος συνῴκιζε, τούς τε φεύγοντας τῶν Λυσιμαχέων κατακαλῶν, καὶ εἴ τινες αὐτῶν αἰχμάλωτοι γεγονότες ἐδούλευον ὠνούμενος, καὶ ἑτέρους προσκαταλέγων, καὶ βοῦς καὶ πρόβατα καὶ σίδηρον ἐς γεωργίαν ἐπιδιδούς, καὶ οὐδὲν ἐλλείπων ἐς ταχεῖαν ἐπιτειχίσματος ὁρμήν: πάνυ γὰρ αὐτῷ τὸ χωρίον ἐφαίνετο λαμπρῶς ἔχειν ἐπὶ ὅλῃ Θρᾴκῃ, καὶ ταμιεῖον εὔκαιρον ἐς τὰ λοιπὰ ὧν ἐπενόει πάντων ἔσεσθαι.

[2] ταῦτα δ᾽ αὐτῷ διαφορᾶς φανερᾶς καὶ πρὸς Ῥωμαίους ἦρξεν. ὡς γὰρ δὴ μετῄει τὰς τῇδε Ἑλληνίδας πόλεις, οἱ μὲν πλέονες αὐτῷ προσετίθεντο καὶ φρουρὰς ἐσεδέχοντο δέει τῷ τῆς ἁλώσεως, Σμυρναῖοι δὲ καὶ Λαμψακηνοὶ καὶ ἕτεροι ἔτι ἀντέχοντες ἐπρεσβεύοντο ἐς Φλαμινῖνον τὸν Ῥωμαίων στρατηγόν, ἄρτι Φιλίππου τοῦ Μακεδόνος μεγάλῃ μάχῃ περὶ Θετταλίαν κεκρατηκότα: ἐγίγνετο γὰρ δὴ καὶ τὰ Μακεδόνων καὶ τὰ Ἑλλήνων ἐπίμικτα ἀλλήλοις ἀνὰ μέρη καὶ χρόνους, ὥς μοι ἐν τῇ Ἑλληνικῇ γραφῇ δεδήλωται. καὶ γίγνονταί τινες Ἀντιόχῳ καὶ Φλαμινίνῳ διαπρεσβεύσεις τε ἐς ἀλλήλους καὶ ἀπόπειραι ἀτελεῖς. ἐκ πολλοῦ δὲ οἱ Ῥωμαῖοι καὶ Ἀντίοχος ὑπόπτως εἶχον ἀλλήλοις, οἱ μὲν οὐκ ἀτρεμήσειν ὑπολαμβάνοντες Ἀντίοχον ἐπαιρόμενον ἀρχῆς τε μεγέθει καὶ εὐπραξίας ἀκμῇ, δὲ Ῥωμαίους οἱ μόνους αὐξομένῳ μάλιστα ἐμποδὼν ἔσεσθαι, καὶ κωλύσειν ἐς τὴν Εὐρώπην περαιούμενον. οὐδενὸς δέ πω φανεροῦ γεγονότος αὐτοῖς ἐς ἔχθραν ἀφίκοντο πρέσβεις ἐς Ῥώμην παρὰ Πτολεμαίου τοῦ φιλοπάτορος, αἰτιωμένου Συρίαν τε καὶ Κιλικίαν Ἀντίοχον αὐτὸν ὑφελέσθαι. καὶ οἱ Ῥωμαῖοι τῆς ἀφορμῆς ἐπέβαινον ἄσμενοι, κατὰ καιρὸν σφίσι γενομένης, καὶ πρέσβεις ἐς τὸν Ἀντίοχον ἔστελλον, οἳ λόγῳ μὲν ἔμελλον συναλλάξειν Πτολεμαῖον Ἀντιόχῳ, ἔργῳ δὲ κατασκέψεσθαι τὴν ὁρμὴν Ἀντιόχου καὶ κωλύσειν ὅσα δύναιντο.

[3] τούτων δὴ τῶν πρέσβεων Γναῖος ἡγούμενος ἠξίου τὸν Ἀντίοχον Πτολεμαίῳ μέν, ὄντι Ῥωμαίων φίλῳ, συγχωρεῖν ἄρχειν ὅσων πατὴρ αὐτῷ κατέλιπε, τὰς δ᾽ ἐν Ἀσίᾳ πόλεις, ὧν Φίλιππος Μακεδὼν ἦρχεν, αὐτονόμους ἐᾶν: οὐ γὰρ εἶναι δίκαιον Ἀντίοχον κρατεῖν ὧν Φίλιππον ἀφείλοντο Ῥωμαῖοι. ὅλως δ᾽ ἀπορεῖν ἔφη τί τοσοῦτον στόλον Ἀντίοχος καὶ τοσαύτην στρατιὰν ἄγων ἄνωθεν ἐκ Μήδων ἔλθοι τῆς Ἀσίας ἐπὶ θάλασσαν, ἔς τε τὴν Εὐρώπην ἐσβάλοι, καὶ πόλεις ἐν αὐτῇ κατασκευάζοιτο, καὶ Θρᾴκην ὑπάγοιτο, εἰ μὴ ταῦτά ἐστιν ἑτέρου πολέμου θεμέλια. δ᾽ ἀπεκρίνατο Θρᾴκην μέν, τῶν προγόνων αὑτοῦ γενομένην τε καὶ δι᾽ ἀσχολίας ἐκπεσοῦσαν, αὐτὸς ἐπὶ σχολῆς ὢν ἀναλαμβάνειν, καὶ Λυσιμάχειαν ἐγείρειν οἰκητήριον Σελεύκῳ τῷ παιδὶ εἶναι, τὰς δ᾽ ἐν Ἀσίᾳ πόλεις αὐτονόμους ἐάσειν, εἰ τὴν χάριν οὐ Ῥωμαίοις ἀλλ᾽ ἑαυτῷ μέλλοιεν ἕξειν. ‘Πτολεμαίῳ δ᾽,’ ἔφη, ‘καὶ συγγενής εἰμι καὶ ὅσον οὔπω καὶ κηδεστὴς ἔσομαι, καὶ χάριν ὑμῖν αὐτὸν ὁμολογεῖν παρασκευάσω. ἀπορῶ δὲ κἀγὼ τίνι Ῥωμαῖοι δικαίῳ τὴν Ἀσίαν πολυπραγμονοῦσιν, ἐμοῦ τὴν Ἰταλίαν οὐ πολυπραγμονοῦντος.’

[4] οὕτω μὲν ἀπ᾽ ἀλλήλων ἄπρακτοι διεκρίθησαν, ἀπορρηγνύντες ἤδη τὰς ἀπειλὰς ἐς τὸ φανερώτερον: λόγου δὲ καὶ δόξης ἐμπεσούσης ὅτι Πτολεμαῖος φιλοπάτωρ ἀποθάνοι, κατὰ σπουδὴν Ἀντίοχος ἀπῄει ὡς Αἴγυπτον ἔρημον ἄρχοντος ἁρπασόμενος. καὶ αὐτῷ κατὰ Ἔφεσον Ἀννίβας Καρχηδόνιος συμβάλλει, φεύγων τὴν πατρίδα δι᾽ ἐχθρῶν διαβολάς, οἳ Ῥωμαίοις αὐτὸν ἔφασκον εἶναι δύσερίν τε καὶ φιλοπόλεμον καὶ οὔποτε εἰρηνεύειν δυνάμενον. τότε δ᾽ ἦν ὅτε Καρχηδόνιοι Ῥωμαίοις ὑπήκουον ἔνσπονδοι. Ἀννίβαν μὲν δὴ διώνυμον ἐπὶ στρατηγίαις ὄντα Ἀντίοχος ὑπεδέχετο λαμπρῶς καὶ εἶχεν ἀμφ᾽ αὑτόν: περὶ δὲ τὴν Λυκίαν Πτολεμαῖον περιεῖναι μαθὼν Αἰγύπτου μὲν ἀπέγνω, Κύπρον δ᾽ ἐλπίσας αἱρήσειν ἀντὶ Αἰγύπτου διέπλει κατὰ τάχος ἐπ᾽ αὐτήν. χειμῶνι δ᾽ ἀμφὶ τὸν Σάρον ποταμὸν συμπεσών, καὶ πολλὰς τῶν νεῶν ἀποβαλών, ἐνίας δ᾽ αὐτοῖς ἀνδράσι καὶ φίλοις, ἐς Σελεύκειαν τῆς Συρίας κατέπλευσε, καὶ τὸν στόλον κατεσκεύαζε πεπονημένον. γάμους τε τῶν παίδων ἔθυεν, Ἀντιόχου καὶ Λαοδίκης, ἀλλήλοις συναρμόζων.

[5] ἤδη δὲ τὸν πρὸς Ῥωμαίους πόλεμον ἐγνωκὼς ἀποκαλύπτειν, ἐπιγαμίαις τοὺς ἐγγὺς βασιλέας προκατελάμβανε, καὶ Πτολεμαίῳ μὲν ἐς Αἴγυπτον ἔστελλε Κλεοπάτραν τὴν Σύραν ἐπίκλησιν, προῖκα Συρίαν τὴν κοίλην ἐπιδιδούς, ἣν αὐτὸς ἀφῄρητο τοῦ Πτολεμαίου, θεραπεύων ἤδη τὸ μειράκιον, ἵν᾽ ἐν τῷ πολέμῳ τῷ πρὸς Ῥωμαίους ἀτρεμῇ: Ἀντιοχίδα δ᾽ ἔπεμπεν Ἀριαράθῃ τῷ Καππαδοκῶν βασιλεῖ, καὶ τὴν ἔτι λοιπὴν Εὐμένει τῷ Περγάμου βασιλεῖ. δέ ῾ἑώρα γὰρ αὐτὸν ἤδη Ῥωμαίοις τε πολεμησείοντα καὶ πρὸς τήνδε τὴν χρείαν τὸ κῆδος αὑτῷ συναπτόμενον̓ ἠρνήσατο, καὶ τοῖς ἀδελφοῖς Ἀττάλῳ τε καὶ Φιλεταίρῳ, θαυμάζουσιν ὅτι κῆδος βασιλέως τοσοῦδε καὶ γείτονος, αὐτοῦ τε κατάρχοντος καὶ δεομένου, παραιτοῖτο, ἐπεδείκνυ τὸν ἐσόμενον πόλεμον ἐν μὲν ἀρχῇ τι παρ᾽ ἀμφοῖν ἕξειν ἰσοπαλές, σὺν χρόνῳ δ᾽ ὑπεροίσειν τὰ Ῥωμαίων δι᾽ εὐψυχίαν καὶ ταλαιπωρίαν. ‘ἐγὼ δ᾽,’ ἔφη, ‘Ῥωμαίων μὲν ἐπικρατούντων βεβαίως τῆς ἀρχῆς τῆς ἐμῆς ἄρξω, Ἀντιόχου δὲ νικῶντος ἐλπὶς μὲν ἀφαιρεθήσεσθαι πάντα πρὸς γείτονος, ἐλπὶς δὲ καὶ ἔχοντα βασιλεύσειν βασιλεύομενον ὑπ᾽ ἐκείνου.’


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: