προοίμιον
ἄνθρωπον μὲν εἶναι σοφὸν καὶ δίκαιον καὶ τῶν οἰκείων παίδων προμηθέστατον, καὶ τῶν γειναμένων ποιεῖσθαι τὴν προσήκουσαν φροντίδα, καὶ τροφὴν ἑαυτῷ μαστεύειν καὶ ἐπιβουλὰς φυλάττεσθαι καὶ τὰ λοιπὰ ὅσα αὐτῷ σύνεστι δῶρα φύσεως, παράδοξον ἴσως οὐδέν: καὶ γὰρ λόγου μετείληχεν ἄνθρωπος τοῦ πάντων τιμιωτάτου, καὶ λογισμοῦ ἠξίωται, ὅσπερ οὖν ἐστι πολυαρκέστατός τε καὶ πολυωφελέστατος: ἀλλὰ καὶ θεοὺς αἰδεῖσθαι οἶδε καὶ σέβειν. τὸ δὲ καὶ τοῖς ἀλόγοις μετεῖναί τινος ἀρετῆς κατὰ φύσιν, καὶ πολλὰ τῶν ἀνθρωπίνων πλεονεκτημάτων καὶ θαυμαστὰ ἔχειν συγκεκληρωμένα, τοῦτο ἤδη μέγα. καὶ εἰδέναι γε μὴ ῥᾳθύμως τὰ προσόντα αὐτῶν ἰδίᾳ ἑκάστῳ, καὶ ὅπως ἐσπουδάσθη οὐ μεῖον τῶν ἀνθρώπων καὶ τὰ τῶν ἄλλων ζῴων, εἴη ἄν τινος πεπαιδευμένης φρενὸς καὶ μαθούσης πολλά. ὡς μὲν οὖν καὶ ἑτέροις ὑπὲρ τούτων ἐσπούδασται, καλῶς οἶδα: ἐγὼ δὲ ἐμαυτῷ ταῦτα ὅσα οἷόν τε ἦν ἀθροίσας καὶ περιβαλὼν αὐτοῖς τὴν συνήθη λέξιν, κειμήλιον οὐκ ἀσπούδαστον ἐκπονῆσαι πεπίστευκα. εἰ δέ τῳ καὶ ἄλλῳ φανεῖται ταῦτα λυσιτελῆ, χρήσθω αὐτοῖς: ὅτῳ δὲ οὐ φανεῖται, ἐάτω τῷ πατρὶ θάλπειν τε καὶ περιέπειν: οὐ γὰρ πάντα πᾶσι καλά, οὐδὲ ἄξια δοκεῖ [p. 4] σπουδάσαι πᾶσι πάντα. εἰ δὲ ἐπὶ πολλοῖς τοῖς πρώτοις καὶ σοφοῖς γεγόναμεν, μὴ ἔστω ζημίωμα ἐς ἔπαινον ἡ τοῦ χρόνου λῆξις, εἴ τι καὶ αὐτοὶ σπουδῆς ἄξιον μάθημα παρεχοίμεθα καὶ τῇ εὑρέσει τῇ περιττοτέρᾳ καὶ τῇ φωνῇ.