ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω
τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον:
'ἄττα γέρον, δοιός με καλεῖ γάμος: ἡ μία μὲν δή
νύμφη καὶ πλούτωι καὶ γενεῆι κατ᾽ ἐμέ,
5ἡ δ᾽ ἑτέρη προβέβηκε: τί λώιον; εἰ δ᾽ ἄγε σύμ μοι
βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.'
εἶπεν: ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,
'ἠνίδε, κεῖνοί τοι πᾶν ἐρέουσιν ἔπος.'
οἳ δ᾽ ἄρ᾽ ὑπὸ πληγῆισι θοὰς βέμβικας ἔχοντες
10 ἔστρεφον εὐρείηι παῖδες ἐνὶ τριόδωι.
'κείνων ἔρχεο᾽ φησὶ 'μετ᾽ ἴχνια᾽. χὠ μὲν ἐπέστη
πλησίον: οἳ δ᾽ ἔλεγον: 'τὴν κατὰ σαυτὸν ἔλα᾽.
ταῦτ᾽ ἀίων δ̔ ξεῖνος ἒφείσατο μείζονος οἴκου
δράξασθαι παίδων κληδόνι συνθέμενος.
15τὴν δ᾽ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην,
οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.