next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Fragments


ἐκ τῶν Ἡρακλείδου περὶ Πολιτειῶν.

Ἀθηναῖοι τὸ μὲν ἐξ ἀρχῆς ἐχρῶντο βασιλείᾳ. συνοικησάντος δὲ Ἴωνος αὐτοῖς τότε πρῶτον Ἴωνες ἐκλήθησαν.


Harpocration s.v. Ἀπόλλων πατρῷος.

τούτου γὰρ οἰκήσαντος τὴν Ἀττικήν, ὡς Ἀριστοτέλης φησί, τοὺς Ἀθηναίους Ἴωνας κληθῆναι, καὶ Ἀπόλλωνα Πατρῷον αὐτοῖς ὀνομασθῆναι.


Schol. Aristoph. Birds 1537

πατρῷον δὲ τιμῶσιν Ἀπόλλωνα Ἀθηναῖοι, ἐπεὶ Ἴων πολέμαρχος Ἀθηναίων ἐξ Ἀπόλλωνος καὶ Κρεούσης τῆς Ξούθου ἐγένετο.


ἐκ τῶν Ἡρακλείδου περὶ Πολιτειῶν.

Πανδίων δὲ βασιλεύσας μετὰ Ἐρεχθέα διένειμε τὴν ἀρχὴν τοῖς υἱοῖς


Schol. Aristoph. Wasps 1223

Αἰγεῖ μὲν δοὺς τὴν περὶ τὸ ἄστυ χώραν, Λύκῳ δὲ τὴν διαδρὶαν, Πάλλαντι δὲ τὴν παραλίαν, Νίσῳ δὲ τὴν Μεγαρίδα.


ἐκ τῶν Ἡρακλείδου περὶ Πολιτειῶν.

καὶ διετέλουν οὗτοι στασίαζοντες: Θησεὺς δὲ ἐκήρυξε καὶ συνεβίβασε τούτους ἐπ᾽ ἴσῃ καὶ ὁμοίᾳ.


Plut. Thes 25

ἐκάλει πάντας ἐπὶ τοῖς ἴσοις καὶ τὸδεῦρ᾽ ἴτε, πάντες λεῴκήρυγμα Θησέως γενέσθαι φασὶ πανδημίαν τινὰ καθιστάντος.



Plut. Thes. 25

ὅτι δὲ πρῶτος ἀπέκλινε πρὸς τὸν ὄχλον, ὡς Ἀριστοτέλης φησίν, καὶ ἀφῆκε τὸ μοναρχεῖν, ἔοικε μαρτυρεῖν καὶ Ὅμηρος ἐν νεῶν καταλόγῳ μόνους Ἀθηναίους δῆμον προσαγορεύσας.



Lexicon Patm. p. 152 Sakkel.

ὡς ἱστορεῖ ἐν τῇ Ἀθηναίων πολιτείᾳ Ἀριστοτέλης λέγων οὕτως. φυλὰς δὲ αὐτῶν συννενεμῆσθαι δ#, ἀπομιμησαμένων τὰς ἐν τοῖς ἐνιαυτοῖς ὥρας, ἑκάστην δὲ διῃρῆσθαι εἰς τρία μέρη τῶν φυλῶν, ὅπως γίνηται τὰ πάντα δώδεκα μέρη, καθάπερ οἱ μῆνες εἰς τὸν ἐνιαυτόν, καλεῖσθαι δὲ αὐτὰ τριττῦς καὶ φρατρίας: εἰς δὲ τὴν φρατρίαν τριάκοντα γένη διακεκοσμῆσθαι, καθάπερ αἱ ἡμέραι εἰς τὸν μῆνα, τὸ δὲ γένος εἶναι τριάκοντα ἀνδρῶν.


ἐκ τῶν Ἡρακλείδου περὶ Πολιτειῶν.

οὗτος ἐλθὼν εἰς Σκῦρον

ἐτελεύτησεν ὠσθεὶς κατὰ πετρῶν ὑπὸ Λυκομήδους, φοβηθέντος μὴ σφετερίζηται τὴν νῆσον. Ἀθηναῖοι δὲ ὕστερον μετὰ τὰ Μηδικὰ μετεκόμισαν αὐτοῦ τὰ ὀστᾶ.


Schol. Vatic. ad Eur. Hipp. 11.

Ἀριστοτέλης ἱστορεῖ ὅτι ἐλθὼν Θησεὺς εἰς Σκῦρον ἐπὶ κατασκοπὴν εἰκότως διὰ τὴν Αἰγέως συγγένειαν ...


Schol. Vatic. ad Eur. Hipp. 11.

Αθηναῖοι μετὰ τὰ Μηδικὰ κατὰ μαντείαν ἀνελόντες αὐτοῦ τὰ ὀστᾶ ἔθαψαν.


ἐκ τῶν Ἡρακλείδου περὶ Πολιτειῶν.

ἀπὸ δὲ Κοδριδῶν οὔκετι βασιλεῖς ᾑροῦντο, διὰ τὸ δοκεῖν τρυφᾶν καὶ μαλακοὺς γεγονέναι. Ἱππομένης δὲ εἷς τῶν Κοδριδῶν βουλόμενος ἀπώσασθαι τὴν διαβολήν, λαβὼν ἐπὶ τῇ θυγατρὶ Λειμώνῃ μοιχόν, ἐκεῖνον μὲν ἀνεῖλεν ὑποζεύξας μετὰ τῆς θυγατρὸς τῷ ἅρματι, τὴν δὲ ἵππῳ συνέκλεισεν ἕως ἀπώλετο.


ἐκ τῶν Ἡρακλείδου περὶ Πολιτειῶν.

τοὺς μετὰ Κύλωνος διὰ τὴν τυραννίδα ἐπὶ τὸν βωμὸν τῆς θεοῦ πεφευγότας οἱ περὶ Μεγακλέα ἀπέκτειναν. καὶ τοὺς δράσαντας ὡς ἐναγεῖς ἤλαυνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide Dates (automatically extracted)
Sort dates alphabetically, as they appear on the page, by frequency
Click on a date to search for it in this document.
1537 AD (1)
1223 AD (1)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: