Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὄναρ τι τοῦτο, λαμπρότατε Κυίντιλλε, κελευσθεὶς προσφέρω σοι δῶρον τοὺς μακροβίους, πάλαι μὲν τὸ ὄναρ ἰδὼν καὶ ἱστορήσας τοῖς φίλοις, ὅτε ἐτίθεσο τῷ δευτέρῳ σου παιδὶ τοὔνομα: συμβαλεῖν δὲ οὐκ ἔχων τίνας ὁ θεὸς κελεύει μοι προσφέρειν σοι τοὺς μακροβίους, τότε μὲν εὐξάμην τοῖς θεοῖς ἐπὶ μήκιστον ὑμᾶς βιῶναι
σέ τε αὐτὸν καὶ παῖδας τοὺς σούς, τοῦτο συμφέρειν νομίζων καὶ σύμπαντι μὲν τῷ τῶν ἀνθρώπων γένει, πρὸ δὲ τῶν ἁπάντων αὐτῷ τε ἐμοὶ καὶ πᾶσι τοῖς ἐμοῖς: καὶ γὰρ κἀμοί τι ἀγαθὸν ἐδόκει προσημαίνειν ὁ θεός.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.