Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μὴ θαυμάσῃς, ὦ Φίλιππε, διότι τοῦ λόγου ποιήσομαι τὴν ἀρχὴν οὐ τοῦ πρὸς σὲ ῥηθησομένου καὶ νῦν δειχθήσεσθαι μέλλοντος, ἀλλὰ τοῦ περὶ Ἀμφιπόλεως γραφέντος. περὶ οὗ μικρὰ βούλομαι προειπεῖν, ἵνα δηλώσω καὶ σοὶ καὶ τοῖς ἄλλοις ὡς οὐ δι᾽ ἄνοιαν οὐδὲ διαψευσθεὶς τῆς ἀρρωστίας τῆς νῦν μοι παρούσης ἐπεθέμην γράφειν τὸν πρὸς σὲ λόγον, ἀλλ᾽ εἰκότως καὶ κατὰ μικρὸν ὑπαχθείς.