Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰ μὲν καὶ ἄλλοι τινὲς ἦσαν ἠγωνισμένοι τοιαύτην παραγραφήν, ἀπ᾽ αὐτοῦ τοῦ πράγματος ἠρχόμην ἂν τοὺς λόγους ποιεῖσθαι: νῦν δ᾽ ἀνάγκη περὶ τοῦ νόμου πρῶτον εἰπεῖν καθ᾽ ὃν εἰσεληλύθαμεν, ἵν᾽ ἐπιστάμενοι περὶ ὧν ἀμφισβητοῦμεν, τὴν ψῆφον φέρητε, καὶ μηδεὶς ὑμῶν θαυμάσῃ διότι φεύγων τὴν δίκην πρότερος λέγω τοῦ διώκοντος.