next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοὺς φιλοσοφήσαντας ἐν δόξῃ τοῦ σοφιστεῦσαι καὶ τοὺς οὕτω κυρίως προσρηθέντας σοφιστὰς ἐς δύο βιβλία ἀνέγραψά σοι, γιγνώσκων μέν, ὅτι καὶ γένος ἐστί σοι πρὸς τὴν τέχνην ἐς Ἡρώδην τὸν σοφιστὴν ἀναφέροντι, μεμνημένος δὲ καὶ τῶν κατὰ τὴν Ἀντιόχειαν σπουδασθέντων ποτὲ ἡμῖν ὑπὲρ σοφιστῶν ἐν τῷ τοῦ Δαφναίου ἱερῷ. πατέρας δὲ οὐ προσέγραψα, μὰ Δία, οὐ πᾶσιν, ἀλλὰ τοῖς ἀπ᾽ εὐδοκίμων: οἶδα γὰρ δὴ καὶ Κριτίαν τὸν σοφιστὴν οὐκ ἐκ πατέρων, ἀλλὰ Ὁμήρου δὴ μόνου σὺν τῷ πατρὶ ἐπιμνησθέντα, ἐπειδὴ θαῦμα δηλώσειν ἔμελλε πατέρα Ὁμήρῳ ποταμὸν εἶναι. καὶ ἄλλως οὐκ εὐτυχὲς τῷ βουλομένῳ πολλὰ εἰδέναι πατέρα μὲν τοῦ δεῖνος ἐξεπίστασθαι καὶ μητέρα, τὰς δὲ περὶ αὐτὸν ἀρετάς τε καὶ κακίας οὐ γιγνώσκειν, μηδ᾽ τι κατώρθωσέ τε οὗτος καὶ ἐσφάλη τύχῃ γνώμῃ. τὸ δὲ φρόντισμα τοῦτο, ἄριστε ἀνθυπάτων, καὶ τὰ ἄχθη σοι κουφιεῖ τῆς γνώμης, ὥσπερ κρατὴρ τῆς Ἑλένης τοῖς Αἰγυπτίοις φαρμάκοις. ἔρρωσο Μουσηγέτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: