[10] κἀκεῖνοι μὲν τοσάσδε πολιτῶν μυριάδας ἡμῖν συναπώλλυον, οὔτε θεῶν νέμεσιν οὔτε φθόνον ἀνθρώπων ὑφορώμενοι: ἡμεῖς δὲ πλήθει μὲν οὐδενὶ χαλεπανοῦμεν οὐδὲ τοὺς ἐχθροὺς ἐπιλεξόμεθα πάντας, ὅσοι διηνέχθησαν ἡμῖν ἢ ἐπεβούλευσαν, οὐδὲ ἐκ πλούτου πάντως ἢ περιουσίας ἢ ἀξιώσεως οὐδ᾽ ὅσους ἕτερος πρὸ ἡμῶν αὐτοκράτωρ ἔκτεινε, τὴν πόλιν κἀκεῖνος ἐν ἐμφυλίοις καθιστάμενος, ὃν Εὐτυχῆ προσείπατε δι᾽ εὐπραξίαν, καίπερ ἀνάγκης οὔσης τρισὶ πλέονας ἐχθροὺς ἢ ἑνὶ εἶναι. ἀλλὰ μόνους δὴ τοὺς φαυλοτάτους τε καὶ πάντων αἰτιωτάτους ἀμυνούμεθα. καὶ τόδε δι᾽ ὑμᾶς οὐχ ἧσσον ἡμῶν: ἀνάγκη μὲν γὰρ ἡμῶν διαφερομένων ὑμᾶς πάντας ἐν μέσῳ δεινὰ πάσχειν, ἀνάγκη δέ τι καὶ τῷ στρατῷ γενέσθαι παραμύθιον ὑβρισμένῳ τε καὶ παρωξυμμένῳ καὶ πολεμίῳ πρὸς τῶν κοινῶν ἐχθρῶν ἀναγεγραμμένῳ. δυνηθέντες δ᾽ ἄν, οὓς ἔγνωμεν, ἐξ ἐφόδου συλλαβεῖν, αἱρούμεθα προγράψαι μᾶλλον ἢ ἀγνοοῦντας ἔτι συλλαβεῖν: καὶ τόδε δι᾽ ὑμᾶς, ἵνα μὴ ἐπὶ τοῖς ὁπλίταις ᾖ διωργισμένοις πλεονάζειν ἐς τοὺς ἀνευθύνους, ἀλλὰ ἀπηριθμημένους καὶ ὡρισμένους ἔχοντες ὀνομαστὶ τῶν ἄλλων κατὰ πρόσταγμα ἀπέχωνται.