previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[26] Ἀννίβας δὲ νίκην ἀρίστην τε καὶ σπάνιον ἐξενεγκάμενος ἡμέρας μιᾶς στρατηγήμασι τέσσαρσι, τοῦ τε πνεύματος τῇ φορᾷ καὶ τοῖς ὑποκριθεῖσιν αὐτομολεῖν καὶ τοῖς προσποιηθεῖσι φεύγειν καὶ τοῖς ἐν μέσαις ταῖς φάραγξι κεκρυμμένοις, εὐθὺς ἀπὸ τοῦ ἔργου τοὺς πεσόντας ἐπῄει, θεώμενος δὲ τῶν φίλων τοὺς ἀρίστους ἀνῃρημένους ᾤμωξε, καὶ δακρύσας εἶπεν οὐ χρῄζειν ἑτέρας τοιᾶσδε νίκης. καὶ Πύρρον φασὶν εἰπεῖν πρὸ αὐτοῦ, τὸν Ἠπείρου βασιλέα, Ῥωμαίων κἀκεῖνον ἐν Ἰταλίᾳ κρατοῦντα σὺν ὁμοίᾳ ζημίᾳ. τῶν δὲ φυγόντων ἐκ τῆς μάχης οἱ μὲν ἐν τῷ μείζονι στρατοπέδῳ στρατηγὸν αὑτῶν ἑσπέρας ἑλόμενοι Πόπλιον Σεμπρώνιον, ἐβιάσαντο τοὺς Ἀννίβου φύλακας ὕπνου καὶ κόπου πλήρεις ὄντας, καὶ διέδραμον ἐς Κανύσιον περὶ μέσας νύκτας, ἀμφὶ τοὺς μυρίους, οἱ δ᾽ ἐν τῷ βραχυτέρῳ πεντακισχίλιοι τῆς ἐπιούσης ἡμέρας ἐλήφθησαν ὑπὸ τοῦ Ἀννίβου. Τερέντιος δὲ στρατὸν ἀγείρας τοὺς διερριμμένους ἐπειρᾶτο παραθαρρύνειν, καὶ στρατηγὸν αὐτοῖς ἐπιστήσας τῶν χιλιάρχων τινὰ Σκιπίωνα ἐς Ῥώμην διέδραμεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: