previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Φίλιππος βασιλεὺς κατελάβετο Βυλάζωρα, μεγίστην οὖσαν πόλιν τῆς Παιονίας καὶ λίαν εὐκαίρως κειμένην πρὸς τὰς εἰσβολὰς τὰς ἀπὸ τῆς Δαρδανικῆς εἰς Μακεδονίαν, ὥστε διὰ τῆς πράξεως ταύτης σχεδὸν ἀπολελύσθαι τοῦ φόβου τοῦ κατὰ Δαρδανίους: [2] οὐ γὰρ ἔτι ῥᾴδιον ἦν αὐτοῖς ἐμβαλεῖν εἰς Μακεδονίαν κρατοῦντος Φιλίππου τῶν εἰσόδων διὰ τῆς προειρημένης πόλεως. [3] ἀσφαλισάμενος δὲ ταύτην Χρυσόγονον μὲν ἐξαπέστειλε κατὰ σπουδὴν ἐπισυνάξοντα τοὺς ἄνω Μακεδόνας, [4] αὐτὸς δὲ παραλαβὼν τοὺς ἐκ τῆς Βοττίας καὶ τῆς Ἀμφαξίτιδος ἧκεν ἔχων εἰς Ἔδεσσαν. προσδεξάμενος δ᾽ ἐνταῦθα τοὺς μετὰ Χρυσογόνου Μακεδόνας ἐξώρμησε μετὰ πάσης τῆς δυνάμεως, καὶ παρῆν ἑκταῖος εἰς Λάρισαν. [5] κατὰ δὲ τὸ συνεχὲς ἐνεργῷ νυκτοπορίᾳ χρησάμενος ὑπὸ τὴν ἑωθινὴν ἧκε πρὸς Μελίτειαν, καὶ προσθεὶς τὰς κλιμακίδας τοῖς τείχεσι κατεπείραζε τῆς πόλεως. [6] τῷ μὲν οὖν αἰφνιδίῳ καὶ παραδόξῳ κατεπλήξατο τοὺς Μελιταιεῖς, ὥστε ῥᾳδίως ἂν κρατῆσαι τῆς πόλεως: τῷ δὲ παρὰ πολὺ γενέσθαι τὰς κλίμακας ἐλάττους τῆς χρείας διεψεύσθη τῆς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (5 total)
  • Commentary references to this page (1):
    • Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, books 43-44, commentary, 44.26
  • Cross-references to this page (4):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: