Ἄρτι δὲ ἡμῶν μελλόντων καθέζεσθαι καὶ περὶ τούτων διαλέγεσθαι Θέρσανδρος σπουδῇ μάλα μάρτυρας [p. 189] ἄγων τινὰς ἔρχεται πρὸς τὸν νεὼν καὶ μεγάλῃ τῇ φωνῇ πρὸς τὸ ἱερέα ‘μαρτύρομαι’ ἔφη ‘τῶνδε ἐναντίον ὅτι μὴ δεόντως ἐξαιρῇ δεσμῶν καὶ θανάτου κατεγνωσμένον ἄνθρωπον ἐκ τῶν νόμων ἀποθανεῖν. [2] Ἔχεις δὲ καὶ δούλην ἐμήν, γυναῖκα μάχλον καὶ πρὸς ἄνδρας ἐπιμανῆ: ταύτην ὅπως μοι φυλάξῃς.’ Ἐγὼ δὲ πρὸς τὸ ‘δούλην καὶ γυναῖκα μάχλον’ ὑπεραλγήσας τὴν ψυχὴν οὐκ ἤνεγκα τῶν ῥημάτων τὰ τραύματα, ἀλλ̓ ἔτι λαλοῦντος αὐτοῦ ‘σὺ μὲν οὖν’ ἔφην ‘καὶ τρίδουλος καὶ ἐπιμανὴς καὶ μάχλος: αὕτη δὲ καὶ [3] ἐλευθέρα καὶ παρθένος καὶ ἀξία τῆς θεοῦ.’ Ὡς δὲ ταῦτα ἤκουσε ‘καὶ λοιδορεῖς’ φήσας ‘δεσμῶτα καὶ κατάδικε;’ παίει με κατὰ τῶν προσώπων μάλα βιαίως καὶ ἐπάγει δευτέραν, ἐκ δὲ τῶν ῥινῶν αἵματος ἔρρεον κρουνοί: ὅλον γὰρ αὐτοῦ τὸν θυμὸν εἶχεν ἡ πληγή. [4] Ὡς δὲ καὶ τρίτην ἀπροφυλάκτως ἔπαισε, λανθάνει μου τῷ στόματι περὶ τοὺς ὀδόντας προσπταίσας τὴν χεῖρα, καὶ τρωθεὶς τοὺς δακτύλους, μόλις τὴν χεῖρα συνέστειλεν ἀνακραγών: καὶ οἱ ὀδόντες ἀμύνουσι τὴν τῶν ῥινῶν ὕβριν: τιτρώσκουσι γὰρ αὐτοὶ τοὺς παίοντας δακτύλους, καὶ ἃ πεποίηκεν ἔπαθεν ἡ χείρ. [5] Καὶ ὁ μὲν ἐπὶ τῇ πληγῇ μάλ̓ ἄκων ἀνακραγὼν συνέστειλε τὴν χεῖρα καὶ οὕτως ἐπαύσατο, ἐγὼ δὲ ἰδὼν οἷον ἔχει κακόν, τοῦτο μὲν οὐ προσεποιησάμην, ἐφ̓ οἷς δὲ ἐτυραννήθην τραγῳδῶν ἐνέπλησα βοῆς τὸ ἱερόν.