‘ [5] Ὡς δὲ ταῦτα εἶδον, ἀναπηδήσαντες συλλαμβάνουσιν ἡμᾶς καὶ ἱμᾶσιν εὐθὺς δεσμεύουσι, παίει δὲ κατὰ κόρρης τις ἐκεῖνον: καὶ παταχθείς, ὥσπερ βασάνους παθὼν μυρίας, καταλέγει μηδενὸς ἐρωτῶντος αὐτὸν ‘ἐγὼ τὴν κόρην ἀπέκτεινα, καὶ ἔλαβον χρυσοῦς ἑκατὸν παρὰ Μελίτης τῆς Θερσάνδρου γυναικός: αὕτη γάρ με ἐπὶ τὸν φόνον ἐμισθώσατο. ’’