previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[39]

Οὐεσπασιανὸς δ᾽ ἀθυμοῦσαν τὴν στρατιὰν ἀνοίᾳ πταισμάτων καὶ διότι τέως οὐδαμοῦ τηλικαύτῃ συμφορᾷ κέχρηντο, τό γε μὴν πλέον αἰδουμένους ἐπὶ τῷ τὸν στρατηγὸν μόνον τοῖς κινδύνοις ἐγκαταλιπεῖν παρεμυθεῖτο, [40] περὶ μὲν τοῦ καθ᾽ αὑτὸν ὑποστελλόμενος, ὡς μηδὲ τὴν ἀρχὴν μέμφεσθαι δοκοίη, δεῖν δὲ τὰ κοινὰ λέγων ἀνδρείως φέρειν τὴν τοῦ πολέμου φύσιν ἐννοοῦντας, ὡς οὐδαμοῦ τὸ νικᾶν ἀναιμωτὶ περιγίνεται, δαπανᾷ δ᾽ τύχη τι καὶ παρίσταται. [41] τοσαύτας μέντοι μυριάδας Ἰουδαίων ἀνελόντας αὐτοὺς ὀλίγην τῷ δαίμονι δεδωκέναι συμβολήν. [42] εἶναι δ᾽ ὥσπερ ἀπειροκάλων τὸ λίαν ἐπαίρεσθαι ταῖς εὐπραγίαις, οὕτως ἀνάνδρων τὸ καταπτήσσειν ἐν τοῖς πταίσμασιν: ὀξεῖα γὰρ ἐν ἀμφοτέροις μεταβολή, κἀκεῖνος ἄριστος κἀν τοῖς εὐτυχήμασιν νήφων, ἵνα μένῃ καὶ δι᾽ εὐθυμίας ἀναπαλαίων τὰ σφάλματα. [43] τὰ μέντοι συμβεβηκότα νῦν οὔτε μαλακισθέντων ὑμῶν οὔτε παρὰ τὴν τῶν Ἰουδαίων ἀρετὴν γέγονεν, ἀλλὰ κἀκείνοις τοῦ πλεονεκτῆσαι καὶ τοῦ διαμαρτεῖν ἡμῖν αἴτιον δυσχωρία. [44] καθ᾽ ἣν ἄν τις ὑμῶν μέμψαιτο τῆς ὁρμῆς τὸ ἀταμίευτον: ἀναφυγόντων γὰρ ἐπὶ τὰ ὑψηλὰ τῶν πολεμίων αὑτοὺς ὑποστέλλειν ἐχρῆν, καὶ μὴ κατὰ κορυφὴν ἱσταμένοις τοῖς κινδύνοις ἕπεσθαι, κρατοῦντας δὲ τῆς κάτω πόλεως κατ᾽ ὀλίγον προκαλεῖσθαι τοὺς ἀναφεύγοντας εἰς ἀσφαλῆ καὶ ἑδραίαν μάχην. νυνὶ δὲ ἀκρατῶς ἐπὶ τὴν νίκην ἐπειγόμενοι τῆς ἀσφαλείας ἠμελήσατε. [45] τὸ δ᾽ ἀπερίσκεπτον ἐν πολέμῳ καὶ τῆς ὁρμῆς μανιῶδες οὐ πρὸς Ῥωμαίων, οἳ πάντα ἐμπειρίᾳ καὶ τάξει κατορθοῦμεν, ἀλλὰ βαρβαρικόν, καὶ μάλιστα Ἰουδαῖοι κρατοῦνται. [46] χρὴ τοίνυν ἐπὶ τὴν αὑτῶν ἀρετὴν ἀναδραμεῖν καὶ θυμοῦσθαι μᾶλλον προσαθυμεῖν τῷ παρ᾽ ἀξίαν πταίσματι. [47] τὴν δ᾽ ἀρίστην ἕκαστος ἐκ τῆς ἰδίας χειρὸς ἐπιζητείτω παραμυθίαν: οὕτω γὰρ τοῖς τε ἀπολωλόσι τιμωρήσεσθε καὶ τοὺς ἀνελόντας ἀμυνεῖσθε. [48] πειράσομαι δ᾽ ἐγώ, καθάπερ νῦν, ἐπὶ πάσης μάχης προάγειν τε ὑμῶν εἰς τοὺς πολεμίους καὶ τελευταῖος ἀποχωρεῖν.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: