previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

27. ταῦτα μὲν δὴ τοιαῦτά ἐστι, τοῦ δ᾽ ἐνιαυτοῦ ἐκείνου ἐξελθόντος Οὐαλέριός τε Ἀσιατικὸς τὸ [p. 436] δεύτερον καὶ Μᾶρκος Σιλανὸς ὑπάτευσαν. καὶ οὗτος μὲν ἐφ᾽ ὅσον ᾑρέθη ἦρξεν, Ἀσιατικὸς δὲ ἀπεδείχθη μὲν ὡς καὶ δι᾽ ἔτους ὑπατεύσων, καὶ ἐπ᾽ ἄλλων ἐγίγνετο, οὐ μέντοι καὶ ἐποίησε τοῦτο, [2] ἀλλ᾽ ἀφῆκε τὴν ἀρχὴν ἐθελούσιος. καὶ αὐτὸ καὶ ἕτεροί τινες ἔπραξαν: ἀλλ᾽ ἐκεῖνοι μὲν ὑπὸ πενίας ῾τὰ γὰρ ἀναλώματα τὰ ἐν ταῖς ἱπποδρομίαις γιγνόμενα ἐπὶ πολὺ ἐκεχωρήκει: τετράκις γὰρ καὶ εἰκοσάκις ὡς πλήθει ἡμιλλῶντὀ, δ᾽ Ἀσιατικὸς ὑπ᾽ αὐτοῦ τοῦ πλούτου, ὑφ᾽ οὗπερ καὶ ἀπέθανεν: [3] ἐπεὶ γὰρ ἔν τε πολλῇ περιουσίᾳ ἦν καὶ ἐκ τοῦ δεύτερον ὑπατεύειν καὶ ἐπαχθὴς καὶ ἐπίφθονος πολλοῖς 1 ἐγεγόνει, καταλῦσαι τρόπον τινὰ αὐτὸς ἑαυτὸν ἠθέλησεν ὡς καὶ ἧττόν τι παρὰ τοῦτο [4] κινδυνεύσων. καὶ μὲν ἐξηπατήθη, δὲ Οὐινίκιος ὑπὸ μὲν τοῦ Κλαυδίου οὐδὲν ἔπαθεν ῾ἦν μὲν γὰρ διαπρεπὴς ἀνήρ, τὴν δὲ δὴ ἡσυχίαν ἄγων καὶ τὰ ἑαυτοῦ πράττων ἐσώζετὀ, ὑπὸ δὲ τῆς Μεσσαλίνης, ὑποψίᾳ τε ὅτι τὴν 2 γυναῖκα αὐτοῦ τὴν Ἰουλίαν ἀπεκτόνει, καὶ ὀργῇ 3 ὅτι οὐκ ἠθέλησέν οἱ συγγενέσθαι, φαρμάκῳ διεφθάρη. καὶ οὕτω ταφῆς τε δημοσίας καὶ ἐπαίνων ἠξιώθη: πολλοῖς γὰρ [5] δὴ καὶ ταῦτ᾽ ἐδίδοτο. Ἀσίνιος 4 δὲ δὴ Γάλλος τοῦ Δρούσου πρὸς μητρὸς ἀδελφὸς ἐπεβούλευσε μὲν τῷ Κλαυδίῳ, οὐκ ἀπέθανε δὲ ἀλλ᾽ ὑπερωρίσθη. αἴτιον δὲ ἴσως μὲν καὶ ἐκεῖνο ὅτι μήτε στράτευμα προπαρασκευάσας μήτε χρήματα προαθροίσας, ἀλλ᾽ ὑπ᾽ ἀνοίας πολλῆς, ὡς καὶ ἑκουσίων τῶν Ῥωμαίων διὰ τὸ γένος ἄρξων, [p. 438] ἐθρασύνετο: τὸ δὲ δὴ πλεῖστον ὅτι καὶ σμικρότατος καὶ δυσειδέστατος ὤν, κἀκ τούτου καταφρονηθείς, γέλωτα μᾶλλον κίνδυνον ὦφλεν. ”

1 polloi=s R. Steph., po/lus M.

2 th\n Rk., th/n te M.

3 o)rgh=| R. Steph., o)rgh=s M.

4 *)asi/nios R. Steph., a)siano\s M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: