previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

12. τοῦτο μὲν οὖν ὕστερον ἐγένετο, τότε δὲ θόρυβος πολὺς ἐν τῇ πόλει συνηνέχθη. τε γὰρ δῆμος εἴ πού τινα τῶν μέγα παρὰ τῷ Σεϊανῷ δυνηθέντων καὶ δι᾽ αὐτὸν ὑβρισάντων τι εἶδεν, ἐφόνευε: [2] καὶ οἱ στρατιῶται ἀγανακτοῦντες ὅτι αὐτοί τε ἐς τὴν τοῦ Σεϊανοῦ εὔνοιαν ὑπωπτεύθησαν καὶ οἱ νυκτοφύλακές σφων ἐς τὴν τοῦ αὐτοκράτορος πίστιν προετιμήθησαν, ἐμπρήσεις τε καὶ ἁρπαγὰς ἐποιοῦντο, καίτοι πάντων τῶν ἐν ταῖς ἀρχαῖς ὄντων τὸ ἄστυ πᾶν ἐκ τῆς τοῦ Τιβερίου [3] ἐντολῆς φυλαττόντων. οὐ μὴν οὐδ᾽ βουλὴ ἡσύχαζεν, ἀλλ᾽ οἵ τε τὸν Σεϊανὸν τεθεραπευκότες δεινῶς δέει τῆς τιμωρίας ἐταράσσοντο, καὶ οἱ κατηγορηκότες καὶ καταμεμαρτυρηκότες τινῶν διὰ φόβου, ὑποψίᾳ 1 τοῦ καὶ δι᾽ ἐκεῖνον ἀλλ᾽ οὐ διὰ τὸν Τιβέριον αὐτοὺς διεφθάρθαι, ἐγίγνοντο. ὀλίγον τε πάνυ τὸ θαρσοῦν ἦν, ὅσον ἔξω τε τούτων καθειστήκει καὶ τὸν Τιβέριον ἠπιώτερον [4] γενήσεσθαι προσεδόκα. τά τε γὰρ συμβεβηκότα σφίσιν ἐς τὸν ἀπολωλότα, ὥσπερ που φιλεῖ γίγνεσθαι, ἔτρεπον, καὶ ἐκεῖνον οὐδενὸς ὀλίγων 2 ᾐτιῶντο: τὰ γὰρ πλείονα τὰ μὲν ἠγνοηκέναι, τὰ δὲ καὶ ἄκοντα κατηναγκάσθαι πρᾶξαι ἔλεγον. ἰδίᾳ μὲν δὴ ὡς ἕκαστοι οὕτω διετίθεντο, κοινῇ δὲ δὴ ἐψηφίσαντο, ὡς καὶ δεσποτείας τινὸς ἀπηλλαγμένοι, μήτε πένθος τινὰ ἐπ᾽ αὐτῷ ποιήσασθαι, καὶ Ἐλευθερίας ἄγαλμα ἐς τὴν ἀγορὰν [5] ἀνατεθῆναι, ἑορτήν τε διά τε τῶν ἀρχόντων καὶ διὰ τῶν ἱερέων ἁπάντων, μηπώποτε ἐγεγόνει, ἀχθῆναι, καὶ τὴν ἡμέραν ἐν ἐτελεύτησε καὶ [p. 220] ἵππων ἀγῶσι καὶ θηρίων σφαγαῖς ἐτησίοις διά τε τῶν ἐς τὰς τέσσαρας ἱερωσύνας τελούντων καὶ διὰ τῶν τοῦ Αὐγούστου θιασωτῶν ἀγάλλεσθαι, 3 [6] οὐδέποτε ἐπεποίητο. ὃν γὰρ αὐτοὶ ταῖς τε ὑπερβολαῖς καὶ ταῖς καινότησι τῶν τιμῶν πρὸς τὸν ὄλεθρον προήγαγον, κατὰ τούτου καὶ τοῖς θεοῖς ξένα τινὰ ἐψηφίζοντο. οὕτω γάρ τοι σαφῶς ἠπίσταντο ὅτι ὑπ᾽ ἐκείνων μάλιστα ἐξεφρόνησεν, ὥστ᾽ ἀπαγορεῦσαι παραχρῆμα διαρρήδην μήτε τιμὰς μηδενὶ ὑπερόγκους δίδοσθαι μήτε τοὺς ὅρκους ἐπ᾽ ἄλλου τινὸς πλὴν τοῦ αὐτοκράτορος [7] ποιεῖσθαι. καὶ μέντοι ταῦθ᾽ οὕτω, καθάπερ ἐκ θείας τινὸς ἐπιπνοίας, 4 ψηφισάμενοι καὶ τὸν Μάκρωνα καὶ τὸν Λάκωνα κολακεύειν οὐ πολλῷ ὕστερον ἤρξαντο: χρήματά τε γὰρ αὐτοῖς πολλὰ καὶ τιμάς, Λάκωνι μὲν τὰς τῶν τεταμιευκότων Μάκρωνι δὲ τὰς τῶν ἐστρατηγηκότων, ἔδωκαν, καὶ αὐτοῖς 5 καὶ συνθεᾶσθαί σφισι καὶ ἱματίῳ περιπορφύρῳ ἐν ταῖς εὐκταίαις πανηγύρεσι χρῆσθαι [8] ἐπέτρεψαν. οὐ μέντοι καὶ ἐκεῖνοι ἐδέξαντο αὐτά: τὸ γὰρ παράδειγμά σφας ὑπόγυον ὂν ἐθορύβει. οὐ μὴν οὐδ᾽ Τιβέριος προσήκατό τι, ἄλλων τ᾽ 6 αὐτῷ πολλῶν ψηφισθέντων, καὶ ὅπως αὐτός τε πατὴρ τῆς πατρίδος τότε γε ἄρξηται ὀνομάζεσθαι, καὶ τὰ γενέθλια αὐτῷ δέκα τε τῶν ἵππων ἁμίλλαις καὶ ἑστιάσει τῆς γερουσίας [p. 222] τιμῷτο: ἀλλὰ καὶ προηγόρευσεν αὖθις μηδένα μηδὲν τοιοῦτον ἐσηγεῖσθαι. ”

1 u(poyi/a| Rk., u(poyi/an M.

2 o)li/gwn R. Steph., o)li/gon M.

3 a)ga/llesqai Xiph., a)gge/llesqai M.

4 e)pipnoi/as Reim., e)pinoi/as M.

5 au)toi=s Leuncl., au)tw=| M.

6 t' supplied by Pflugk.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: