Περὶ συναρμογῶν Ἑξῆς δὲ τούτοις ὄντος τοῦ περὶ συναρμογῶν λόγου, περὶ μὲν τῶν κατὰ νόμους ἀνδρὸς καὶ γυναικὸς συμβιώσεων οὕτω σκεπτέον. ἐπὶ μὲν τῶν ἀνδρῶν ἀφορᾶν δεῖ τὴν σελήνην αὐτῶν πῶς διάκειται. πρῶτον μὲν γὰρ ἐν τοῖς ἀπηλιωτικοῖς τυχοῦσα τεταρτημορίοις νεογάμους ποιεῖ τοὺς ἄνδρας ἢ νεωτέραις παῤ ἡλικίαν συμβάλλοντας: ἐν δὲ τοῖς λιβυκοῖς, βραδυγάμους ἢ πρεσβυτέραις συνιόντας: εἰ δὲ ὑπὸ τὰς αὐγὰς εἴη καὶ τῷ τοῦ Κρόνου συσχηματιζομένη, τέλεον ἀγάμους. ἔπειτα ἐὰν μὲν ἐν μονοειδεῖ ζῳδίῳ ᾖ καὶ ἑνὶ τῶν ἀστέρων [p. 394] συνάπτουσα τύχῃ, μονογάμους ἀποτελεῖ: ἐὰν δὲ ἐν δισώμῳ ἢ καὶ πολυμόρφῳ ἢ καὶ πλείοσιν ἐν τῷ αὐτῷ ζωδίῳ τὴν συναφὴν ἔχουσα, πολυγάμους. κἂν μὲν οἱ τὰς συναφὰς ἐπέχοντες τῶν ἀστέρων ἤτοι κατὰ κολλήσεις ἢ κατὰ μαρτυρίας ἀγαθοποιοὶ τυγχάνωσι, λαμβάνουσι γυναῖκας ἀγαθάς: ἐὰν δὲ κακοποιοί, τὰς ἐναντίας. Κρόνος μὲν γὰρ ἐπισχὼν τὴν συναφὴν περιποιεῖ γυναῖκας ἐπιπόνους καὶ αὐστηράς: Ζεὺς δέ, σεμνὰς καὶ οἰκονομικάς: Ἄρης δέ, θρασείας καὶ ἀνυποτάκτους: Ἀφροδίτη δέ, ἱλαρὰς καὶ εὐμόρφους καὶ ἐπιχάριτας: Ἑρμῆς δέ, συνετὰς καὶ ὀξείας. ἔτι δὲ Ἀφροδίτη μετὰ μὲν Διὸς ἢ Κρόνου ἢ μεθ̓ Ἑρμοῦ βιωφελεῖς καὶ φιλάνδρους καὶ φιλοτέκνους: μετὰ δὲ Ἄρεως θυμικὰς καὶ ἀστάτους καὶ ἀγνώμονας. Ἐπὶ δὲ τῶν γυναικῶν ἀφορᾶν δεῖ τὸν ἥλιον αὐτῶν, ἐπειδήπερ καὶ αὐτὸς ἐν μὲν τοῖς ἀπηλιωτικοῖς πάλιν τυχὼν τεταρτημορίοις ποιεῖ τὰς ἐχούσας αὐτὸν οὕτω διακείμενον ἤτοι νεογάμους ἢ νεωτέροις συμβαλλούσας, ἐν δὲ τοῖς λιβυκοῖς βραδυγάμους ἢ πρεσβυτέροις παῤ ἡλικίαν ζευγνυμένας: καὶ ἐν μὲν μονοειδεῖ ζῳδίῳ τυχὼν ἢ ἑνὶ [p. 396] τῶν ἑῴων ἀστέρων συνάπτων, μονογάμους: ἐν δισώμῳ δὲ ἢ πολυμόρφῳ πάλιν ἢ καὶ πλείοσιν ἑῴοις συσχηματισθείς, πολυγάμους. Κρόνου μὲν οὖν ὡσαύτως τῷ ἡλίῳ συσχηματισθέντος, λαμβάνουσιν ἄνδρας καθεστῶτας καὶ χρησίμους καὶ φιλοπόνους: Διὸς δέ, σεμνοὺς καὶ μεγαλοψύχους: Ἄρεως δέ, δράστας καὶ ἀστόργους καὶ ἀνυποτάκτους: Ἀφροδίτης δέ, καθαρίους καὶ εὐμόρφους: Ἑρμοῦ δέ, βιωφελεῖς καὶ ἐμπράκτους: Ἀφροδίτης δὲ μετὰ μὲν Κρόνου, νωχελεῖς καὶ ἀσθενεστέρους ἐν τοῖς ἀφροδισίοις: μετὰ δὲ Ἄρεως, θερμοὺς καὶ καταφερεῖς καὶ μοιχώδεις: μετὰ δὲ Ἑρμοῦ, περὶ παῖδας ἐπτοημένους. λέγομεν δὲ νῦν ἀπηλιωτικὰ τεταρτημόρια ἐπὶ μὲν τοῦ ἡλίου τὰ προηγούμενα τοῦ τε ἀνατέλλοντος σημείου τοῦ ζωδιακοῦ καὶ τοῦ δύνοντος: ἐπὶ δὲ τῆς σελήνης τὰ ἀπὸ συνόδου καὶ πανσελήνου μέχρι τῶν διχοτόμων: λιβυκὰ δὲ τὰ τοῖς εἰρημένοις ἀντικείμενα. Διαμένουσιν μὲν οὖν ὡς ἐπὶ πᾶν αἱ συμβιώσεις ὅταν ἀμφοτέρων τῶν γενέσεων τὰ φῶτα συσχηματιζόμενα τύχῃ συμφώνως, τουτέστιν ὅταν ἢ τρίγωνα ᾖ ἀλλήλοις ἢ ἑξάγωνα, καὶ μάλισθ̓ ὅταν ἐναλλὰξ τοῦτο συμβαίνῃ: πολὺ δὲ πλέον [p. 398] ὅταν ἡ τοῦ ἀνδρὸς σελήνη τῷ τῆς γυναικὸς ἡλίῳ. διαλύονται δ̓ ἐκ τῶν τυχόντων καὶ ἀπαλλοτριοῦνται τέλεον ὅταν αἱ προειρημέναι τῶν φωτῶν στάσεις ἐν ἀσυνδέτοις ζῳδίοις τύχωσιν ἢ ἐν διαμέτροις ἢ τετραγώνοις. κἂν μὲν τοὺς συμφώνους τῶν φωτῶν συσχηματισμοὺς οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων ἐπιθεωρῶσιν, ἡδείας καὶ προσηνεῖς καὶ ὀνησιφόρους τὰς διαμονὰς συντηροῦσιν: ἐὰν δ̓ οἱ κακοποιοί, μαχίμους καὶ ἀηδεῖς καὶ ἐπιζημίους. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀσυμφώνων στάσεων οἱ μὲν ἀγαθοποιοὶ τοῖς φωσὶ μαρτυρήσαντες οὐ τέλεον ἀποκόπτουσι τὰς συμβιώσεις, ἀλλὰ ποιοῦσιν ἐπανόδους καὶ ἀναμνήσεις συντηρούσας τό τε προσηνὲς καὶ τὸ φιλόστοργον: οἱ δὲ κακοποιοὶ μετά τινος ἐπηρείας καὶ ὕβρεως ποιοῦσι τὰς διαλύσεις. τοῦ μὲν οὖν τοῦ Ἑρμοῦ μόνου σὺν αὐτοῖς γενομένου, ἐν περιβοησίαις καὶ ἐγκλήμασι περικυλίονται: μετὰ δὲ τοῦ τῆς Ἀφροδίτης ἐπὶ μοιχείαις ἢ φαρμακείαις ἢ τοῖς τοιούτοις. τὰς δὲ κατ̓ ἄλλον οἱονδήποτε τρόπον γενομένας συναρμογὰς διακριτέον ἀφορῶντας εἴς τε τὸν τῆς Ἀφροδίτης ἀστέρα καὶ τὸν τοῦ Ἄρεως καὶ τὸν τοῦ Κρόνου. συνόντων γὰρ αὐτῶν τοῖς φωσὶν οἰκείως καὶ τὰς συμβιώσεις οἰκείας καὶ νομίμους τὰς συγγενείας: συγγένειαν γὰρ ὥσπερ ἔχει πρὸς ἑκάτερον τῶν εἰρημένων ἀστέρων ὁ τῆς Ἀφροδίτης, καὶ πρὸς μὲν τὸν τοῦ [p. 400] Ἄρεως κατὰ τὸ συνακμάζον πρόσωπον, ἐπειδήπερ ἐν τοῖς τριγωνικοῖς ἀλλήλων ζῳδίοις ἔχουσι τὰ ὑψώματα, πρὸς δὲ τὸν τοῦ Κρόνου κατὰ τὸ πρεσβύτερον πρόσωπον, ἐπειδὴ πάλιν ἐν τοῖς τριγωνικοῖς ἀλλήλων ἔχουσι τοὺς οἴκους. Ὅθεν ὁ τῆς Ἀφροδίτης μετὰ μὲν τοῦ τοῦ Ἄρεως ἁπλῶς ἐρωτικὰς διαθέσεις ποιεῖ: προσόντος δὲ τοῦ τοῦ Ἑρμοῦ, καὶ περιβοησίας: ἐν δὲ τοῖς ἐπικοίνοις καὶ συνοικειουμένοις ζῳδίοις Αἰγόκερῳ, Ἰχθύσιν, ἀδελφῶν ἢ συγγενῶν ἐπιπλοκάς: κἂν μὲν ἐπὶ τῶν ἀνδρῶν τῇ σελήνῃ συμπάρῃ, ποιεῖ δυσὶν ἀδελφαῖς ἢ συγγενέσι συνερχομένους: ἐὰν δὲ ἐπὶ τῶν γυναικῶν τῷ τοῦ Διός, δυσὶν ἀδελφοῖς ἢ συγγενέσιν. Μετὰ δὲ τοῦ τοῦ Κρόνου πάλιν ὁ τῆς Ἀφροδίτης τυχὼν ἁπλῶς μὲν ἡδείας καὶ εὐσταθεῖς ποιεῖ τὰς συμβιώσεις: προσόντος δὲ τοῦ τοῦ Ἑρμοῦ, καὶ ὠφελίμους: συμπροσγενομένου δὲ καὶ τοῦ τοῦ Ἄρεως, ἀστάτους καὶ βλαβερὰς καὶ ἐπιζήλους. κἂν μὲν ὁμοιοσχημονῇ αὐτοῖς, πρὸς ὁμήλικας ποιεῖ τὰς ἐπιπλοκάς: ἂν δ̓ ἀνατολικώτερος αὐτῶν, πρὸς νεωτέρους ἢ νεωτέρας: ἐὰν δὲ δυτικώτερος, πρὸς πρεσβυτέρας ἢ πρεσβυτέρους. ἐὰν δὲ καὶ ἐν τοῖς ἐπικοίνοις ζῳδίοις ὦσιν ὁ τῆς Ἀφροδίτης καὶ ὁ τοῦ Κρόνου, τουτέστιν Αἰγόκερῳ καὶ Ζυγῷ, [p. 402] συγγενικὰς ποιοῦσι τὰς συνελεύσεις. ὡροσκοπήσαντι δὲ ἢ μεσουρανήσαντι τῷ προειρημένῳ σχήματι ἡ σελήνη μὲν συμπροσγενομένη ποιεῖ τοὺς μὲν ἄρρενας μητράσιν ἢ μητέρων ἀδελφαῖς ἢ μητρυιαῖς συνέρχεσθαι, τὰς δὲ θηλείας υἱοῖς ἢ υἱοῖς ἀδελφῶν ἢ θυγατέρων ἀνδράσιν: ἥλιος δὲ δυτικῶν μάλιστα ὄντων τῶν ἀστέρων τοὺς μὲν ἄρρενας θυγατράσιν ἢ θυγατέρων ἀδελφαῖς ἢ γυναιξὶν υἱῶν, τὰς δὲ θηλείας πατράσιν ἢ πατέρων ἀδελφοῖς ἢ πατρωοῖς. ἐὰν δ̓ οἱ προκείμενοι σχηματισμοὶ τῶν μὲν συγγενικῶν ζῳδίων μὴ τύχωσιν, ἐν θηλυκοῖς δὲ ὦσι τόποις, ποιοῦσι καὶ οὕτως καταφερεῖς καὶ πρὸς τὸ διαθεῖναί τε καὶ διατεθῆναι πάντα τρόπον προχείρους, ἐπ̓ ἐνίων δὲ μορφώσεων καὶ ἀσελγεῖς, ὡς ἐπί τε τῶν ἐμπροσθίων καὶ ὀπισθίων τοῦ Κριοῦ καὶ τῆς Ὑάδος καὶ τῆς Καλπίδος καὶ τῶν ὀπισθίων τοῦ Λέοντος καὶ τοῦ προσώπου τοῦ Αἰγόκερω. κεντρωθέντες δὲ κατὰ μὲν τῶν πρώτων δύο κέντρων τοῦ τε ἀπηλιωτικοῦ καὶ τοῦ μεσημβρινοῦ, παντελῶς ἀποδεικνύουσι τὰ πάθη καὶ ἐπὶ δημοσίων τόπων προάγουσι: κατὰ δὲ τῶν ἐσχάτων δύο τοῦ τε λιβυκοῦ καὶ τοῦ βορείου σπάδοντας ποιοῦσι καὶ [p. 404] αὐλικοὺς ἢ στείρας ἢ ἀτρήτους: Ἄρεως δὲ προσόντος, ἀποκόπους ἢ τριβάδας. Καὶ καθ̓ ὅλου δὲ ποδαπήν τινα διάθεσιν πρὸς τὰ ἀφροδίσια ἕξουσιν ἐπὶ μὲν τῶν ἀνδρῶν ἀπὸ τοῦ τοῦ Ἄρεως ἐπισκεψόμεθα. τοῦ μὲν γὰρ τῆς Ἀφροδίτης καὶ τοῦ τοῦ Κρόνου χωρισθείς, μαρτυρηθεὶς δὲ ὑπὸ Διός, καθαρίους καὶ σεμνοὺς περὶ τὰ ἀφροδίσια ποιεῖ καὶ μόνης τῆς φυσικῆς χρείας στοχαζομένους: μετὰ Κρόνου δὲ μόνου μὲν τυχών, εὐλαβεῖς καὶ ὀκνηροὺς καὶ καταψύχρους ἀπεργάζεται: συσχηματιζομένων δ̓ Ἀφροδίτης καὶ Διός, εὐκινήτους μὲν καὶ ἐπιθυμητικούς, ἐγκρατεῖς δὲ καὶ ἀντιληπτικοὺς καὶ τὸ αἰσχρὸν φυλαττομένους: μετὰ μόνης δ̓ Ἀφροδίτης ἢ καὶ τοῦ Διὸς σὺν αὐτῇ τυχόντος, ἀπόντος τοῦ τοῦ Κρόνου, λάγνους καὶ ῥαθύμους καὶ πανταχόθεν ἑαυτοῖς τὰς ἡδονὰς ποριζομένους. κἂν ὁ μὲν ἑσπέριος ᾖ τῶν ἀστέρων, ὁ δὲ ἑῷος, καὶ πρὸς ἄρρενας καὶ πρὸς θηλείας οἰκείως ἔχοντας, οὐχ ὑπερπαθῶς μέντοιγε πρὸς οὐδέτερα τὰ πρόσωπα: ἐὰν δ̓ ἀμφότεροι ἑσπέριοι, πρὸς τὰ θηλυκὰ μόνα καταφερεῖς: θηλυκῶν δ̓ ὄντων τῶν ζῳδίων, καὶ αὐτοὺς διατιθεμένους: ἐὰν δ̓ ἀμφότεροι ἑῷοι, πρὸς τὰ παιδικὰ μόνα νοσηματώδεις: ἀρρενικῶν δ̓ ὄντων τῶν ζῳδίων, καὶ πρὸς πᾶσαν ἀρρένων ἡλικίαν. κἂν μὲν ὁ τῆς Ἀφροδίτης δυτικώτερος ᾖ, ταπειναῖς ἢ δούλαις ἢ [p. 406] ἀλλοφύλοις συνερχομένους: ἐὰν δὲ ὁ τοῦ Ἄρεως, ὑπερεχούσαις ἢ ὑπάνδροις ἢ δεσποίναις. Ἐπὶ δὲ τῶν γυναικῶν τὸν τῆς Ἀφροδίτης ἐπισκεπτέον. συσχηματιζόμενος γὰρ τῷ τοῦ Διὸς ἢ καὶ τῷ τοῦ Ἑρμοῦ, σώφρονας καὶ καθαρίους ποιεῖ περὶ τὰ ἀφροδίσια: καὶ τοῦ τοῦ Κρόνου δὲ ἀπόντος, τῷ τοῦ Ἑρμοῦ συνοικειωθείς, κεκινημένας μὲν καὶ ὀρεκτικάς, εὐλαβεῖς δὲ καὶ ὀκνηρὰς τὰ πολλὰ καὶ τὸ αἰσχρὸν φυλαττομένας. Ἄρει δὲ μόνῳ μὲν συνὼν ἢ καὶ συσχηματισθεὶς ὁ τῆς Ἀφροδίτης ποιεῖ λάγνους καὶ καταφερεῖς καὶ μᾶλλον ῥαθύμους: ἐὰν δὲ καὶ ὁ τοῦ Διὸς αὐτοῖς προσγένηται, κἂν μὲν ὁ τοῦ Ἄρεως ὑπὸ τὰς αὐγὰς ᾖ τοῦ ἡλίου, συνέρχονται δούλοις ἢ ταπεινοτέροις ἢ ἀλλοφύλοις: ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης, ὑπερέχουσιν ἢ δεσπόταις, ἑταιρῶν ἢ μοιχάδων ἐπέχουσαι τρόπον: κἂν μὲν τεθηλυσμένοι ὦσι τοῖς τόποις ἢ τοῖς σχήμασιν οἱ ἀστέρες, πρὸς τὸ διατίθεσθαι μόνον καταφερεῖς: ἐὰν δὲ ἠρρενωμένοι, καὶ πρὸς τὸ διατιθέναι γυναῖκας. ὁ μέντοι τοῦ Κρόνου τοῖς προκειμένοις σχήμασι συνοικειωθείς, ἐὰν μὲν καὶ αὐτὸς ᾖ τεθηλυσμένος, ἀσελγειῶν μόνος γίνεται αἴτιος: ἐὰν δὲ ἀνατολικὸς καὶ ἠρρενωμένος, ἐπιψόγους ἵστησιν ἢ τῶν ἐπιψόγων ἐραστὰς ἀπεργάζεται, [p. 408] τοῦ μὲν τοῦ Διὸς πάλιν ἀεὶ πρὸς τὸ εὐσχημονέστερον τῶν παθῶν συλλαμβανομένου, τοῦ δὲ τοῦ Ἑρμοῦ πρὸς τὸ διαβοητότερον καὶ εὐπταιστότερον.