Κασάνδρα
ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται;
1115ἦ δίκτυόν τί γ᾽ Ἅιδου;
ἀλλ᾽ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία
φόνου. στάσις δ᾽ ἀκόρετος γένει
κατολολυξάτω θύματος λευσίμου.
Χορός
ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλῃ
1120ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.
ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς
σταγών, ἅτε καιρία πτώσιμος
ξυνανύτει βίου δύντος αὐγαῖς:
ταχεῖα δ᾽ ἄτα πέλει.