This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
ἐπιζητοῦμεν. Θουκυδίδης δὲ πόλεμον ἕνα κατατείνας
ἀπνευστὶ διεξέρχεται μάχας ἐπὶ μάχαις καὶ παρασκευὰς
ἐπὶ παρασκευαῖς καὶ λόγους ἐπὶ λόγοις συντιθείς: ὥς2τε
μοχθεῖν μὲν τὴν διάνοιαν τῶν ἀκροωμένων ** “κόρον
δ᾽ ἔχει” φησὶν ὁ Πίνδαρος “καὶ μέλι καὶ τὰ τέρπν᾽ [p. 237]
ἄνθε᾽ ἀφροδίσια”. ἤδη δ᾽ ὃ λέγω κἀκεῖνος ἐνεθυμήθη,
ὡς ἡδὺ χρῆμα ἐν ἱστορίας γραφῇ μεταβολὴ καὶ ποικίλον, καὶ τοῦτο ἐν δύο ἢ τρισὶ τόποις ἐποίησεν, ἐπί τε
τῆς Ὀδρυσῶν ἀρχῆς, δι᾽ ἃς αἰτίας ἐγένετο μεγάλη, καὶ
ἐπὶ τῶν ἐν Σικελίᾳ πόλεων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.