previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

προειρημένων δὴ τούτων ἓν ἔτι λείπεται καὶ ἀναγκαιότατον, τὴν ἡλικίαν αὐτοῦ διορίσαι, ἵνα καὶ [p. 303] περὶ τῶν λόγων τῶν τε γνησίων αὐτοῦ καὶ μὴ σαφές τι ἔχωμεν λέγειν. τίθεμεν δὴ αὐτὸν ἑβδομηκοστὸν ἔχοντα ἔτος ἀπὸ τῆς φυγῆς κατεληλυθέναι, ὡς καὶ αὐτός φησι, γέροντα αὑτὸν ἀποκαλῶν: ἀφ᾽ οὗ χρόνου καὶ καλεῖν τοὺς ἐν τῇ ἡλικίᾳ ταύτῃ μάλιστα εἰώθαμεν. ὑποκειμένων δὲ τούτων ὁλοσχερεῖ λογισμῷτὸ γὰρ ἀκριβὲς οὐκ ἔχομενεἴη ἂν κατὰ Νικόφημον ἄρχοντα γεγονώς. εἰ δέ τις πρεσβύτερον νεώτερον τῶν εἰρημένων χρόνων αὐτὸν εἶναι φήσει, πρὸς τῷ μηδὲν ὑγιὲς λέγειν καὶ λόγους αὖ πολλοὺς ἀφελεῖται, μᾶλλον δὲ πάντας πλὴν πέντε ἕξ, τῶν μὲν πρεσβύτερον αὐτόν, τῶν δὲ νεώτερον εἶναι λέγων. οὐ μὴν ἀλλὰ καὶ ἄρξασθαι λέγοντες αὐτὸν λόγους συγγράφειν ἀπὸ τοῦ πέμπτου ἕκτου πρὸς τῷ εἰκοστῷ ἔτους οὐκ ἂν ἁμάρτοιμεν, ἄλλως τε καὶ τῶν περὶ Δημοσθένη τότε ἀκμαζόντων. ἕκτος δὲ καὶ εἰκοστός ἐστιν ἀπὸ Νικοφήμου Πυθόδημος. ὥσθ᾽ ὅσους εὑρίσκομεν πρεσβυτέρους τούτου τοῦ ἄρχοντος τοὺς φερομένους εἰς αὐτὸν λόγους εἴ τις γνησίους θήσεται, ἀπιστοίημεν ἂν εἰκότως: ἔτι δὲ καὶ τοὺς ἀπ᾽ Ἀναξικράτους ἕως Φιλίππου τετελεσμένους ἀγῶνας ὁμοίως ἐν τοῖς ψευδέσιν ἀναγράφοιμεν ἄν: οὐ γὰρ εἰς Χαλκίδα ἄν τινες ἔπλεον λόγων χάριν ἰδίων δημοσίων: οὐ γὰρ τέλεον ἠπόρουν οὕτω λόγων. [p. 304] ἐπεὶ δὲ χρόνος τἀνδρὸς ὡς οἷόν τε ἀκριβέστατα εὕρηται, πρὸς ὃν καὶ τῶν λόγων τούς τε γνησίους καὶ μὴ διακρινοῦμεν, καιρὸς ἤδη καὶ περὶ τοῦ χαρακτῆρος αὐτοῦ λέγειν. ἔστι δὲ δυσόριστον. οὐδὲν γὰρ οὔτε

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: