τὸ δὲ συναπτόμενον τούτοις ὑπό τινων οὔτ᾽ ἀληθὲς ὂν οὔτε πιθανόν, ἐκ παρακούσματος δέ τινος πεπλασμένον ὑπὸ τοῦ πλήθους, ἄξιον μὴ παραλιπεῖν ἀνεξέταστον. λέγουσι γὰρ δή τινες, τῶν ἓξ καὶ τριακοσίων Φαβίων ἀπολομένων ὅτι ἓν μόνον ἐλείφθη τοῦ γένους παιδίον, πρᾶγμα οὐ μόνον ἀπίθανον, ἀλλὰ καὶ [2] ἀδύνατον εἰσάγοντες. οὔτε γὰρ ἀτέκνους τε καὶ ἀγάμους ἅπαντας εἶναι δυνατὸν ἦν τοὺς ἐξελθόντας εἰς τὸ φρούριον Φαβίους. ὁ γὰρ ἀρχαῖος αὐτῶν νόμος γαμεῖν τ᾽ ἠνάγκαζε τοὺς ἐν ἡλικίᾳ, καὶ τὰ γεννώμενα πάντα ἐπάναγκες τρέφειν: ὃν οὐκ ἂν δήπου κατέλυσαν οἱ Φάβιοι μόνοι πεφυλαγμένον ἄχρι τῆς ἑαυτῶν ἡλικίας ὑπὸ τῶν πατέρων. [3] εἰ δὲ δὴ καὶ τοῦτο θείη τις, ἀλλ᾽ ἐκεῖνό γ᾽ οὐκ ἂν ἔτι συγχωρήσειε, τὸ μηδ᾽ ἀδελφοὺς αὐτῶν εἶναί τισιν ἡλικίαν ἔτι παίδων ἔχοντας. μύθοις γὰρ δὴ ταῦτά γε καὶ πλάσμασιν ἔοικε θεατρικοῖς. οἱ δὲ πατέρες αὐτῶν, ὅσοι παῖδας ἔτι ποιεῖν εἶχον ἡλικίαν, τοσαύτης κατασχούσης τὸ γένος ἐρημίας οὐκ ἂν ἑκόντες τε καὶ ἄκοντες ἑτέρους παῖδας ἐποιήσαντο, ἵνα μήτε ἱερὰ ἐκλειφθῇ πατρῷα μήτε δόξα τηλικαύτη διαφθαρῇ γένους; [4] εἰ μὴ ἄρα οὐδὲ πατέρες αὐτῶν τισιν ἐλείποντο, ἀλλὰ πάντα εἰς ταὐτὸ συνῆλθεν [p. 313] ἐπὶ τῶν ἓξ καὶ τριακοσίων ἀνδρῶν ἐκείνων τὰ ἀδύνατα: μὴ παῖδας αὐτοῖς καταλειφθῆναι νηπίους, μὴ γυναῖκας ἐγκύους, μὴ ἀδελφοὺς ἀνήβους, μὴ πατέρας ἐν ἀκμῇ. ταύτῃ μὲν δὴ τὸν λόγον ἐξετάζων οὐκ ἀληθῆ νενόμικα, [5] ἐκεῖνον δ᾽ ἀληθῆ: τῶν τριῶν ἀδελφῶν, Καίσωνός τε καὶ Κοίντου καὶ Μάρκου τῶν ὑπατευσάντων τὰς συνεχεῖς ἑπτὰ ὑπατείας, ἐγκαταλειφθῆναι πείθομαι Μάρκῳ παιδίον, καὶ τοῦτ᾽ εἶναι τὸ λεγόμενον ἐκ τοῦ Φαβίων οἴκου λοιπόν. [6] οὐδὲν δὲ κωλύει τῷ μηκέτι τῶν ἄλλων ἐπιφανῆ τινα καὶ λαμπρὸν ἔξω τοῦ ἑνὸς τοῦδε ἀνδρωθέντος γενέσθαι ταύτην παραστῆναι τοῖς πολλοῖς τὴν δόξαν, ὅτι μόνος ἐκεῖνος ἐκ τοῦ Φαβίων γένους ἐστὶ λοιπός: οὐχ ὡς μηδενὸς ἄλλον ὄντος, ἀλλ᾽ ὡς μηδενὸς ἐκείνοις ὁμοίου, ἀρετῇ τεκμαιρομένοις τὸ συγγενές, οὐ φύσει: καὶ περὶ μὲν τούτων ταῦθ᾽ ἱκανά.