[3] καίτοι ταχυτάτη γε ὧν ἐγὼ οἶδα Ῥωμαίοις ἡ γεφύρωσις ἡ διὰ τῶν νεῶν γίγνεται, καὶ ταύτην ἐγὼ ἀφηγήσομαι ἐν τῷ παρόντι, ὅτι λόγου ἀξία. αἱ νῆες αὐτοῖς κατὰ πόρου ἀφίενται ἀπὸ ξυνθήματος, οὐκ ἐπ᾽ εὐθύ, ἀλλὰ καθάπερ αἱ πρύμναν κρουόμεναι. ταύτας ὑποφέρει μέν, οἷα εἰκός, ὁ ῥοῦς, ἀνέχει δὲ κελήτιον ἐπῆρες, ἔστ᾽ ἂν καταστήσῃ ἐς τὸ τεταγμένον χωρίον: καὶ ἐνταῦθα ἤδη καθίεται πλέγματα ἐκ λύγου πυραμοειδῆ πλήρη λίθων λογάδων ἀπὸ πρώρας ἑκάστης νεώς, τοῦ ἀνέχειν τὴν ναῦν πρὸς τὸν ῥοῦν.