Φιλοσοφία
οὐδαμῶς, ὦ πάτερ, οἵ γε ξυνηδίκηνταί μοι καὶ αὐτοί.
Ζεύς
πρὸς τίνων οὖν ἠδίκησαι, εἰ μήτε τοὺς ἰδιώτας
μήτε τοὺς φιλοσόφους αἰτιᾷ ;
Φιλοσοφία
εἰσίν τινες, ὦ Ζεῦ, ἐν μεταιχμίῳ τῶν τε πολλῶν καὶ τῶν φιλοσοφούντων, τὸ μὲν σχῆμα καὶ βλέμμα καὶ βάδισμα ἡμῖν ὅμοιοι καὶ κατὰ τὰ αὐτὰ ἐσταλμένοι: ἀξιοῦσι γοῦν ὑπ᾽ ἐμοὶ τάττεσθαι καὶ τοὔνομα τὸ ἡμέτερον ἐπιγράφονται, μαθηταὶ καὶ
ὁμιληταὶ καὶ θιασῶται ἡμῶν εἶναι λέγοντες:
[p. 60]
ὁ βίος δὲ παμμίαρος αὐτῶν, ἀμαθίας καὶ θράσους καὶ ἀσελγείας ἀνάπλεως, ὕβρις οὐ μικρὰ καθ᾽ ἡμῶν. ὑπὸ τούτων, ὦ πάτερ, ἠδικημένη πέφευγα.
.
Ζεύς
: