Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[55]
κἀπειδὴ εἰσελθόντα με εἰς τὴν πόλιν ᾔσθετο καὶ ἔμαθεν ὡς ἐκεῖνος εἴην ὁ Λουκιανός — ἐπηγόμην
δὲ καὶ στρατιώτας δύο, λογχοφόρον καὶ κοντοφόρον, παρὰ τοῦ ἡγουμένου τῆς Καππαδοκίας, φίλου τότε ὄντος, λαβών, ὥς με παραπέμψειαν μέχρι πρὸς τὴν θάλατταν — αὐτίκα μεταστέλλεται δεξιῶς πάνυ καὶ μετὰ πολλῆς φιλοφροσύνης. ἐλθὼν δὲ ἐγὼ πολλοὺς καταλαμβάνω περὶ αὐτόν συνεπηγόμην δὲ καὶ τοὺς στρατιώτας τύχῃ τινὶ ἀγαθῇ. καὶ ὁ μὲν προὔτεινέ μοι κύσαι τὴν δεξιάν, ὥσπερ εἰώθει τοῖς πολλοῖς, ἐγὼ δὲ προσφὺς ὡς φιλήσων, δήγματι χρηστῷ πάνυ μικροῦ δεῖν χωλὴν αὐτῷ ἐποίησα τὴν χεῖρα. οἱ μὲν οὖν παρόντες ἄγχειν με καὶ παίειν ἐπειρῶντο ὡς ἱερόσυλον, καὶ πρότερον ἔτι ἀγανακτήσαντες ὅτι Ἀλέξανδρον αὐτόν, ἀλλὰ μὴ προφήτην προσεῖπον ὁ δὲ πάνυ γεννικῶς
[p. 246] καρτερήσας κατέπαυέν τε αὐτοὺς καὶ ὑπισχνεῖτο
τιθασόν με ῥᾳδίως ἀποφανεῖν καὶ δείξειν τὴν
Γλύκωνος ἀρετήν, ὅτι καὶ τοὺς πάνυ τραχυνομένους φίλους ἀπεργάζεται. καὶ μεταστησάμενος
ἅπαντας ἐδικαιολογεῖτο πρός με, λέγων πάνυ με εἰδέναι καὶ τὰ ὑπ᾽ ἐμοῦ Ῥουτιλιανῷ συμβουλευόμενα, καὶ ‘τί παθὼν ταῦτά με εἰργάσω, δυνάμενος ὑπ᾽ ἐμοῦ ἐπί μέγα προαχθῆναι παρ᾽ αὐτῷ ;’ κἀγὼ ἄσμενος ἤδη ἐδεχόμην τὴν φιλοφροσύνην ταύτην ὁρῶν οἷ κινδύνου καθειστήκειν, καὶ μετ᾽ ὀλίγον προῆλθον φίλος γεγενημένος. καὶ τοῦτο
οὐ μικρὸν θαῦμα τοῖς ὁρῶσιν ἔδοξεν, οὕτω ῥᾳδία γενομένη μου ἡ μεταβολή.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.