πρὸς δὲ δὴ τὸν ἄφυκτον λόγον, ὅν φησι Δημοσθένης, βραχέα βούλομαι προειπεῖν. λέξει γὰρ οὗτος: ‘τειχοποιός εἰμι: ὁμολογῶ: ἀλλ᾽ ἐπιδέδωκα τῇ πόλει μνᾶς ἑκατόν, καὶ τὸ ἔργον μεῖζον ἐξείργασμαι: τίνος οὖν εἰμι ὑπεύθυνος; εἰ μή τις ἐστὶν εὐνοίας εὔθυνα.’ πρὸς δὴ ταύτην τὴν πρόφασιν ἀκούσατέ μου λέγοντος καὶ δίκαια καὶ ὑμῖν συμφέροντα.
ἐν γὰρ ταύτῃ πόλει, οὕτως ἀρχαίᾳ οὔσῃ καὶ τηλικαύτῃ τὸ μέγεθος, οὐδείς ἐστιν ἀνυπεύθυνος τῶν καὶ ὁπωσοῦν πρὸς τὰ κοινὰ προσεληλυθότων.