405
οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τ᾽ ἀροτῆρα,
κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο,
χρήματα δ᾽ ἐν οἴκῳ πάντ᾽ ἄρμενα ποιήσασθαι,
μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δ᾽ ἀρνῆται, σὺ δὲ τητᾷ,
ἡ δ᾽ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον.
410μηδ᾽ ἀναβάλλεσθαι ἔς τ᾽ αὔριον ἔς τε ἔνηφιν:
οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν
οὐδ᾽ ἀναβαλλόμενος: μελέτη δὲ τὸ ἔργον ὀφέλλει:
αἰεὶ δ᾽ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.
ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο
415καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος
Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς
πολλὸν ἐλαφρότερος: δὴ γὰρ τότε Σείριος ἀστὴρ
βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων
ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ:
420τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ
ὕλη, φύλλα δ᾽ ἔραζε χέει, πτόρθοιό τε λήγει:
τῆμος ἄρ᾽ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα.
ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν,
ἄξονα δ᾽ ἑπταπόδην: μάλα γάρ νύ τοι ἄρμενον οὕτω:
425εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο.
τρισπίθαμον δ᾽ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ.
πόλλ᾽ ἐπικαμπύλα κᾶλα: φέρειν δὲ γύην, ὅτ᾽ ἂν εὕρῃς,
ἐς οἶκον, κατ᾽ ὄρος διζήμενος ἢ κατ᾽ ἄρουραν,
πρίνινον: ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,
430εὖτ᾽ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξας
γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.
δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον,
αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω:
εἴ χ᾽ ἕτερον ἄξαις, ἕτερόν κ᾽ ἐπὶ βουσὶ βάλοιο.
435δάφνης δ᾽ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες,
δρυὸς ἔλυμα, γύης πρίνου: βόε δ᾽ ἐνναετήρω
ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν,
ἥβης μέτρον ἔχοντε: τὼ ἐργάζεσθαι ἀρίστω.
οὐκ ἂν τώ γ᾽ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον
440ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.
τοῖς δ᾽ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο
ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον,
ὃς ἔργου μελετῶν ἰθεῖάν κ᾽ αὔλακ᾽ ἐλαύνοι,
μηκέτι παπταίνων μεθ᾽ ὁμήλικας, ἀλλ᾽ ἐπὶ ἔργῳ
445θυμὸν ἔχων: τοῦ δ᾽ οὔτι νεώτερος ἄλλος ἀμείνων
σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.
κουρότερος γὰρ ἀνὴρ μεθ᾽ ὁμήλικας ἐπτοίηται.