previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἄδικος Λόγος

αὐχμεῖς αἰσχρῶς.

Δίκαιος Λόγος
σὺ δέ γ᾽ εὖ πράττεις.
καίτοι πρότερόν γ᾽ ἐπτώχευες,
Τήλεφος εἶναι Μυσὸς φάσκων,
ἐκ πηριδίου
γνώμας τρώγων Πανδελετείους.

Ἄδικος Λόγος

925ὤμοι σοφίας

Δίκαιος Λόγος
ὤμοι μανίας

Ἄδικος Λόγος

ἧς ἐμνήσθης

Δίκαιος Λόγος

τῆς σῆς, πόλεώς θ᾽ ἥτις σε τρέφει
λυμαινόμενον τοῖς μειρακίοις.

Ἄδικος Λόγος

οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.

Δίκαιος Λόγος

930εἴπερ γ᾽ αὐτὸν σωθῆναι χρὴ
καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.

Ἄδικος Λόγος

δεῦρ᾽ ἴθι, τοῦτον δ᾽ ἔα μαίνεσθαι.

Δίκαιος Λόγος

κλαύσει, τὴν χεῖρ᾽ ἢν ἐπιβάλλῃς.

Χορός

παύσασθε μάχης καὶ λοιδορίας.
935ἀλλ᾽ ἐπίδειξαι σύ τε τοὺς προτέρους
ἅττ᾽ ἐδίδασκες, σύ τε τὴν καινὴν
παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν
ἀντιλεγόντοιν κρίνας φοιτᾷ.

Δίκαιος Λόγος

δρᾶν ταῦτ᾽ ἐθέλω.

Ἄδικος Λόγος
κἄγωγ᾽ ἐθέλω.

Χορός

940φέρε δὴ πότερος λέξει πρότερος;

Ἄδικος Λόγος

τούτῳ δώσω:
κᾆτ᾽ ἐκ τούτων ὧν ἂν λέξῃ
ῥηματίοισιν καινοῖς αὐτὸν
καὶ διανοίαις κατατοξεύσω.
945τὸ τελευταῖον δ᾽, ἢν ἀναγρύζῃ,
τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ
κεντούμενος ὥσπερ ὑπ᾽ ἀνθρηνῶν
ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William James Hickie, 1853)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: