Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡ μὲν εἰωθυῖα πάντα τὸν χρόνον βλάπτειν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πόλιν λοιδορία καὶ ταραχὴ καὶ νυνὶ γέγονε παρὰ τῶν αὐτῶν ὧνπερ ἀεί. ἄξιον δ᾽ οὐχ οὕτω τούτοις ἐπιτιμῆσαι (ἴσως γὰρ ὀργῇ καὶ φιλονικίᾳ ταῦτα πράττουσι, καὶ τὸ μέγιστον ἁπάντων, ὅτι συμφέρει ταῦτα ποιεῖν αὐτοῖς) ἀλλ᾽ ὑμῖν, εἰ περὶ κοινῶν, ὦ ἄνδρες Ἀθηναῖοι, πραγμάτων καὶ μεγάλων συνειλεγμένοι τὰς ἰδίας λοιδορίας ἀκροώμενοι κάθησθε, καὶ οὐ δύνασθε πρὸς ὑμᾶς αὐτοὺς λογίσασθαι τοῦθ᾽, ὅτι αἱ τῶν ῥητόρων ἁπάντων ἄνευ κρίσεως πρὸς ἀλλήλους λοιδορίαι, ὧν ἂν ἀλλήλους ἐξελέγξωσιν, ὑμᾶς τὰς εὐθύνας διδόναι ποιοῦσιν.
[2]
πλὴν γὰρ ὀλίγων ἴσως, ἵνα μὴ πάντας εἴπω, οὐδεὶς αὐτῶν ἅτερος θατέρῳ λοιδορεῖται, ἵνα βέλτιόν τι τῶν ὑμετέρων γίγνηται (πολλοῦ γε καὶ δεῖ), ἀλλ᾽ ἵνα, ἃ τὸν δεῖνά φησι ποιοῦντα [ἂν δέῃ] δεινότατ᾽ ἀνθρώπων ποιεῖν, ταῦτ᾽ αὐτὸς μετὰ πλείονος ἡσυχίας διαπράττηται.
[3]
ὅτι δ᾽ οὕτω ταῦτ᾽ ἔχει, μὴ ἐμοὶ πιστεύσητε, ἀλλ᾽ ἐν βραχεῖ λογίσασθε. ἔστιν ὅπου τις ἀναστὰς εἶπεν παρ᾽ ὑμῖν πώποτε ‘βουλόμενός τι λαβεῖν τῶν ὑμετέρων παρελήλυθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὑπὲρ ὑμῶν; οὐδεὶς δήπου, ἀλλ᾽ ὑπὲρ ὑμῶν καὶ δι᾽ ὑμᾶς, καὶ τοιαύτας προφάσεις λέγουσιν. φέρε δὴ σκέψασθε, τί δή ποτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπὲρ ὧν ἅπαντες λέγουσιν, οὐδὲν βέλτιον τοῖς ὅλοις νῦν ἢ πρότερον πράττετε, οὗτοι δ᾽ οἱ πάνθ᾽ ὑπὲρ ὑμῶν, ὑπὲρ αὑτῶν δ᾽ οὐδεὶς οὐδὲν πώποτ᾽ εἰρηκώς, ἐκ πτωχῶν πλούσιοι γεγόνασιν; ὅτι φασὶν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, φιλεῖν ὑμᾶς, φιλοῦσι δ᾽ οὐχ ὑμᾶς ἀλλ᾽ αὑτούς.
[4]
καὶ γελάσαι καὶ θορυβῆσαι καί ποτ᾽ ἐλπίσαι μετέδωκαν ὑμῖν, λαβεῖν δ᾽ ἢ κτήσασθαι τῇ πόλει κυρίως ἀγαθὸν οὐδὲν ἂν βούλοιντο. ᾗ γὰρ ἂν ἡμέρᾳ τῆς λίαν ἀρρωστίας ἀπαλλαγῆτε, ταύτῃ τούτους οὐδ᾽ ὁρῶντες ἀνέξεσθε. νῦν δὲ δραχμῇ καὶ χοῒ καὶ τέτταρσιν ὀβολοῖς ὥσπερ ἀσθενοῦντα τὸν δῆμον διάγουσιν, ὁμοιότατ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς παρὰ τῶν ἰατρῶν σιτίοις διδόντες ὑμῖν. καὶ γὰρ ἐκεῖν᾽ οὔτ᾽ ἰσχὺν ἐντίθησιν οὔτ᾽ ἀποθνῄσκειν ἐᾷ, καὶ ταῦτ᾽ οὔτ᾽ ἀπογνόντας ἄλλο τι μεῖζον πράττειν ἐᾷ, οὔτ᾽ αὔτ᾽ ἐξαρκεῖν δύναται.