Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
ὧν ἐκεῖνος μὲν χάριν εἶχεν, σὺ δ᾽ οὐδένα ποιεῖ λόγον, ἀλλ᾽ ἐναντία τῇ διαθήκῃ καὶ ταῖς ἀπ᾽ ἐκείνης ἀραῖς, γραφείσαις ὑπὸ τοῦ σοῦ πατρός, ἐλαύνεις συκοφαντεῖς διώκεις. ὦ βέλτιστ᾽, εἰ οἷόν τε σὲ τοῦτ᾽ εἰπεῖν, οὐ παύσει, καὶ γνώσει τοῦθ᾽, ὅτι πολλῶν χρημάτων τὸ χρηστὸν εἶναι λυσιτελέστερόν ἐστιν; σοὶ γοῦν, εἴπερ ἀληθῆ λέγεις, χρήματα μὲν τοσαῦτ᾽ εἰληφότι πάντ᾽ ἀπόλωλεν, ὡς φής: εἰ δ᾽ ἦσθ᾽ ἐπιεικής, οὐκ ἄν ποτ᾽ αὔτ᾽ ἀνήλωσας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.