κατ᾽ οὐδὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιον οὐδὲν ἔχων εἰπεῖν, ἀναιδεστάτους λόγους ἐτόλμα λέγειν πρὸς τῷ διαιτητῇ, περὶ ὧν προακηκοέναι βέλτιόν ἐσθ᾽ ὑμᾶς, ἕνα μὲν τὸ παράπαν μὴ γενέσθαι διαθήκην, ἀλλ᾽ εἶναι τοῦτο πλάσμα καὶ σκευώρημ᾽ ὅλον, ἕτερον δ᾽ ἕνεκα τούτου πάντα ταῦτα συγχωρεῖν τὸν πρὸ τοῦ χρόνον καὶ οὐχὶ δικάζεσθαι, ὅτι μίσθωσιν ἤθελεν αὐτῷ φέρειν Φορμίων πολλὴν καὶ ὑπισχνεῖτ᾽ οἴσειν: ἐπειδὴ δ᾽ οὐ ποιεῖ ταῦτα, τηνικαῦτα, φησίν, δικάζομαι.