Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[34]
μὴ γὰρ ὅτι ἀμφισβητουμένων ἁπάντων, ἀλλ᾽ εἰ ἦσαν μὲν αἱ συνθῆκαι, ὡμολογεῖτο δὲ εἷς εἶναι ὁ διαιτητὴς Ἀριστοκλῆς, μὴ ἀπεῖπεν δὲ ὁ Παρμένων αὐτῷ καθ᾽ αὑτοῦ μὴ διαιτᾶν, ἀλλὰ συνέβη πρὶν τὴν ἀπόφασιν γενέσθαι τῆς διαίτης ἡ συμφορὰ τῷ ἀνθρώπῳ, τίς οὕτως ὠμός ἐστιν ἀντίδικος ἢ διαιτητὴς ὃς οὐκ ἂν ἀνεβάλετο εἰς τὸ ἐπιδημῆσαι τὸν ἄνθρωπον; εἰ δὲ ὁ Παρμένων εἰς λόγον καταστὰς πανταχοῦ δικαιότερ᾽ ἂν φαίνοιτο λέγων τούτου, πῶς ἂν ὀρθῶς ἐμοῦ καταγιγνώσκοιτε, ᾧ τὸ παράπαν πρὸς τὸν ἄνθρωπον τουτονὶ μηδὲν συμβόλαιόν ἐστιν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.