πολλὰ καὶ μεγάλ᾽ ἐψευσμένου πρὸς ὑμᾶς Ἀφόβου, τοῦτ᾽ αὐτὸν ἐλέγξαι πειράσομαι πρῶτον, ἐφ᾽ ᾧ μάλιστ᾽ ἠγανάκτησα τῶν ῥηθέντων. εἶπεν γὰρ ὡς ὁ πάππος ὤφειλε τῷ δημοσίῳ, καὶ διὰ ταῦθ᾽ ὁ πατὴρ οὐκ ἐβούλετο μισθωθῆναι τὸν οἶκον, ἵνα μὴ κινδυνεύσῃ. καὶ τὴν μὲν πρόφασιν ποιεῖται ταύτην, ὡς δ᾽ ὀφείλων ἐτελεύτησεν ἐκεῖνος, οὐδεμίαν παρέσχετο μαρτυρίαν: ἀλλ᾽ ὡς μὲν ὦφλεν, ἐνεβάλετο τηρήσας τὴν τελευταίαν ἡμέραν, ταύτην δ᾽ εἰς τὸν ὕστερον λόγον ὑπελίπετο, ὡς διαβαλεῖν τὸ πρᾶγμ᾽ ἐξ αὐτῆς δυνησόμενος.