οἳ δ᾽ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,
τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
315ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.
τὸν δέρον ἀμφί θ᾽ ἕπον, καί μιν διέχευαν ἅπαντα,
μίστυλλόν τ᾽ ἄρ᾽ ἐπισταμένως πεῖράν τ᾽ ὀβελοῖσιν,
ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,
320δαίνυντ᾽, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης:
νώτοισιν δ᾽ Αἴαντα διηνεκέεσσι γέραιρεν
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
325Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή:
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:
‘Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,
τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον
330ἐσκέδασ᾽ ὀξὺς Ἄρης, ψυχαὶ δ᾽ Ἄϊδος δὲ κατῆλθον:
τώ σε χρὴ πόλεμον μὲν ἅμ᾽ ἠοῖ παῦσαι Ἀχαιῶν,
αὐτοὶ δ᾽ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς
βουσὶ καὶ ἡμιόνοισιν: ἀτὰρ κατακήομεν αὐτοὺς
τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κ᾽ ὀστέα παισὶν ἕκαστος
335οἴκαδ᾽ ἄγῃ ὅτ᾽ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.
τύμβον δ᾽ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες
ἄκριτον ἐκ πεδίου: ποτὶ δ᾽ αὐτὸν δείμομεν ὦκα
πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.
ἐν δ᾽ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,
340ὄφρα δι᾽ αὐτάων ἱππηλασίη ὁδὸς εἴη:
ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,
ἥ χ᾽ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,
μή ποτ᾽ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.
’
ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.
345Τρώων αὖτ᾽ ἀγορὴ γένετ᾽ Ἰλίου ἐν πόλει ἄκρῃ
δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι:
τοῖσιν δ᾽ Ἀντήνωρ πεπνυμένος ἦρχ᾽ ἀγορεύειν:
‘κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
350δεῦτ᾽ ἄγετ᾽ Ἀργείην Ἑλένην καὶ κτήμαθ᾽ ἅμ᾽ αὐτῇ
δώομεν Ἀτρεΐδῃσιν ἄγειν: νῦν δ᾽ ὅρκια πιστὰ
ψευσάμενοι μαχόμεσθα: τὼ οὔ νύ τι κέρδιον ἡμῖν
ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.
’’’