τὸν δὲ ἀγερμὸν τοῦτον κατέδειξε πρῶτος [p. 132] Κλεόβουλος ὁ Λίνδιος ἐν Λίνδῳ χρείας γενομένης συλλογῆς χρημάτων.
ἦλθ᾽, ἦλθε χελιδὼν
καλὰς ὧρας ἄγουσα,
καὶ καλοὺς ἐνιαυτούς,
ἐπὶ γαστέρα λευκά,
κἠπὶ νῶτα μέλαινα,
παλάθαν σὺ προκύκλει
ἐκ πίονος οἴκου
οἴνου τε δέπαστρον
τυρῶν: τε κάνυστρον.
καὶ πύρωνα χελιδὼν
καὶ λεκιθίταν
οὐκ ἀπωθεῖται, πότερ᾽: ἀπίωμες ἢ λαβώμεθα;
εἰ μέν τι δώσεις: εἰ δὲ μή, οὐκ ἐάσομες,
ἢ τὰν θύραν φέρωμες ἢ τὸ ὑπέρθυρον
ἢ τὰν γυναῖκα τὰν ἔσω καθημέναν:
μικρὰ μὲν ἐστι, ῥᾳδίως νιν οἴσομες.
ἂν δὴ φέρῃς τι,
μέγα δή τι φέροις.
ἄνοιγ᾽ ἄνοιγε τὰν θύραν χελιδόνι:
οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία.
”