Ἐπικράτης δ᾽ ἐν Δυσπράτῳ ἀγανακτοῦντα ποιεῖ τινα τῶν οἰκετῶν καὶ λέγοντα:
ὁρᾶν τε κείμενα
ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε,
ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν,
ὥς φασιν αἱ γυναῖκες.
ἐκ τῆς παραθέσεως τῶν ἰαμβείων δῆλός ἐστιν ὁ Ἐπικράτης τὰ τοῦ Ἀντιφάνους μετενεγκών. ’
τί γὰρ
ἔχθιον ἢ ‘παῖ παῖ’ καλεῖσθαι παρὰ πότον,
καὶ ταῦτ᾽ ἀγενείῳ μειρακυλλίῳ τινί,
ἢ τὴν ἀμίδα φέρειν ὁρᾶν τε κείμενα
ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε,
ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν,
ὥς φασιν αἱ γυναῖκες, ὃ δὲ χολᾶν ποιεῖ,
γάστριν καλοῦσι καὶ λάμυρον ὃς ἂν φάγῃ
ἡμῶν τι τούτων.