Ἀριστοφάνης ὁ Βυζάντιος νεώτερόν φησιν εἶναι τὸ ἐπὶ πινάκων παρατιθέναι τὰ ὄψα, ἀγνοῶν ὅτι κἀν ἄλλοις εἴρηκεν ὁ ποιητής:
τοῖσιν δ᾽ αὖ πίνακας κρειῶν παρέθηκε συβώτης,
ζητῶ δὲ καὶ εἰ δούλων πλῆθός τινες ἐκέκτηντο ὥσπερ καὶ οἱ νῦν καὶ εἰ τὸ τήγανον εἴρηται καὶ μὴ μόνως τάγηνον, καὶ μὴ πάντα πίνωμεν ἢ καὶ ἐσθίωμεν ὥσπερ οἱ διὰ τὴν γαστέρα παράσιτοι ὀνομαζόμενοι ἢ κόλακες.’
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας.