This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
36. προελθὼν δὲ πάλιν φησὶν ὁ φιλόσοφος: ‘αἱ μὲν οὖν πορφύραι τοῦ ἔαρος συναθροιζόμεναι εἰς τὸ αὐτὸ ποιοῦσι τὴν καλουμένην μελίκηραν: τοῦτο δ᾽ ἐστὶν οἷον κηρίον, ἀλλ᾽ οὐχ οὕτως γλαφυρόν, ὥσπερ ἂν εἰ ἐκ λεπύρων ἐρεβίνθων λευκῶν πολλὰ συμπαγείη. ἔχει δὲ ἀνεῳγμένον οὐδὲν τούτων, οὐδὲ γίνονται ἐκ
τούτων αἱ πορφύραι, ἀλλὰ φύονται αὗται καὶ τὰ ἄλλα ὀστρακόδερμα ἐξ ἰλύος καὶ σήψεως, τοῦτο δὲ συμβαίνει ὥσπερ ἀποκάθαρμα καὶ ταύταις καὶ τοῖς κήρυξι: κηριάζουσι γὰρ καὶ οὗτοι, ἀφιᾶσι δ᾽ ἀρχόμεναι κηριάζειν γλισχρότητα μυξώδη, ἐξ ὧν τὰ λεπυρώδη συνίσταται, ταῦτα μὲν οὖν ἅπαντα διαχεῖται, ἀφιᾶσι δ᾽ ἰχῶρα εἰς τὴν γῆν καὶ ἐν τούτῳ τῷ τόπῳ γίνεται ἐν τῇ γῇ συστάντα πορφύρια μικρά, ἃ ἔχουσαι ἁλίσκονται αἱ πορφύραι.
ἐὰν δὲ πρὶν ἐκτεκεῖν ἁλῶσιν, ἐνίοτε ἐν ταῖς φορμίσιν, εἰς δὲ ταὐτὸ συνιοῦσαι ἐκτίκτουσι, καὶ γίνεται οἱονεὶ βότρυς. ἐστὶ δὲ τῶν πορφυρῶν
[p. 382] γένη πλείονα: καὶ ἔνιαι μὲν μεγάλαι, οἷον αἱ περὶ τὸ Σίγειον καὶ τὸ Λεκτόν, αἱ δὲ μικραί, οἷον ἐν τῷ Εὐρίπῳ καὶ περὶ Καρίαν. καὶ αἱ μὲν ἐν τοῖς
κόλποις μεγάλαι καὶ τραχεῖαι, καὶ τὸ ἄνθος αἱ μὲν πλεῖσται μέλαν ἔχουσιν, ἔνιαι δ᾽ ἐρυθρὸν μικρόν, γίνονται δ᾽ ἔνιαι τῶν μεγάλων καὶ μναῖαι. αἱ δ᾽ ἐν τοῖς αἰγιαλοῖς καὶ περὶ τὰς ἀκτὰς τὸ μὲν μέγεθός εἰσι μικραί, τὸ δὲ ἄνθος ἐρυθρὸν ἔχουσιν. ἔτι δ᾽ ἐν μὲν τοῖς προσβόρροις μέλαιναι, ἐν δὲ τοῖς νοτίοις ἐρυθραὶ ὡς ἐπὶ τὸ πλεῖστον.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.