previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

76. ὄξος. τοῦτο μόνον Ἀττικοὶ τῶν ἡδυσμάτων ἦδος καλοῦσι. κάλλιστον δ᾽ ὄξος εἶναί φησι Χρύσιππος φιλόσοφος τό τε Αἰγύπτιον καὶ τὸ Κνίδιον.Ἀριστοφάνης δὲ ἐν Πλούτῳ φησὶν

ὄξει διέμενος Σφηττίῳ.
Δίδυμος δ᾽ ἐξηγούμενος τὸ ἰαμβεῖόν φησινἴσως διότι οἱ Σφήττιοι ὀξεῖς.’ μνημονεύει δέ που καὶ τοῦ ἐκ Κλεωνῶν ὄξους ὡς διαφόρου :

ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσί.
καὶ Δίφιλος:

δειπνεῖ τε καταδύς, πῶς δοκεῖς, Λακωνικῶς, [p. 294]
ὄξους δὲ κοτύλην Β. πάξ. α. τί πάξ; β. ὀξὶς μέτρον
χωρεῖ τοσοῦτο τῶν Κλεωναίων.
Φιλωνίδης:

τὰ καταχύσματα
αὐτοῖσιν ὄξος οὐκ ἔχει.
δὲ Ταραντῖνος Ἡρακλείδης ἐν τῷ Συμποσίῳ φησί: ‘τὸ ὄξος τινὰ τῶν ἐκτὸς συνιστάνει, παραπλησίως δὲ καὶ τὰ ἐν κοιλίᾳ, τὰ δ᾽ ἐν τῷ ὄγκῳ διαλύει, διὰ τὸ δηλονότι διαφόρους ἐν ἡμῖν μίγνυσθαι χυμούς.’ ἐθαυμάζετο δὲ καὶ τὸ Δεκελεικὸν ὄξος. Ἄλεξις

κοτύλας τέτταρας
ἀναγκάσας μεστὰς ἔμ᾽ αὐτίτου σπάσαι
ὄξους Δεκελεικοῦ δι᾽ ἀγορᾶς μέσης ἄγεις.
λεκτέον δὲ ὀξύγαρον διὰ τοῦκαὶ τὸ δεχόμενον αὐτὸ ἀγγεῖον ὀξύβαφον: ἐπεὶ καὶ Λυσίας ἐν τῷ κατὰ Θεοπόμπου αἰκίας εἴρηκενἐγὼ δ᾽ ὀξύμελι πίνω.’ οὕτως οὖν ἐροῦμεν καὶ ὀξυρόδινον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: