σιτευτῶν δὲ ὀρνίθων μὲν μνημονεύει Μάτρων ἐν ταῖς Παρῳδίαις οὕτως:
δελφάκων δὲ σιτευτῶν ὁ φλυακογράφος Σώπατρος ἐν Βακχίδος Γάμῳ οὕτως:
ὣς ἔφαθ᾽ : οἱ δ᾽ ἐγέλασσαν, ἐπήνεικάν τ᾽ ἐπὶ τούτῳ
σιτευτὰς ὄρνιθας ἐπ᾽ ἀργυρέοισι πίναξιν,
ἄτριχας, οἰέτεας, λαγάνοις κατὰ νῶτον ἐίσας.
δελφάκια δὲ Αἰσχίνης εἴρηκεν ἐν Ἀλκιβιάδῃ οὕτως: ‘ὥσπερ αἱ καπηλίδες τὰ δελφάκια τρέφουσιν.’ Ἀντισθένης δ᾽ ἐν Φυσιογνωμονικῷ: ‘ καὶ γὰρ ἐκεῖναι τὰ δελφάκια πρὸς βίαν [p. 22] χορτάζουσιν.’ καὶ ἐν Προτρεπτικῷ δέ: ‘ ἀντὶ δελφακίων τρέφεσθαι.’ δέλφακα δὲ ἀρσενικῶς εἴρηκεν Πλάτων ἐν Ποιητῇ:
εἴ που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔγρυξεν.
Σοφοκλῆς Ὕβρει:
δέλφακα δ᾽ ὡραιότατον.
Κρατῖνος Ὀδυσσεῦσιν
ἐσθίειν ἐθέλων τὸν δέλφακα.
θηλυκῶς δὲ Νικοχάρης ἔφη:
δέλφακας μεγάλους,
καὶ Εὔπολις Χρυσῷ Γένει:
κύουσαν δέλφακα.
καὶ Πλάτων Ἰοῖ:
οὐκ, ἀλλ᾽ ἔθυον δέλφακ᾽ ἔνδον θἠστίᾳ
καὶ μάλα καλήν.
Θεόπομπος Πηνελόπῃ:
πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος.
καὶ τὴν ἱερὰν σφάττουσιν ἡμῶν δελφάκα.
χηνῶν δὲ σιτευτῶν καὶ μόσχων Θεόπομπος ἐν ιγ᾽ Φιλιππικῶν καὶ ια᾽ Ἑλληνικῶν, ἐν οἷς ἐμφανίζει τὸ περὶ τὴν γαστέρα τῶν Λακώνων ἐγκρατὲς γράφων οὕτως ‘ καὶ οἱ Θάσιοι ἔπεμψαν Ἀγησιλάῳ προσιόντι πρόβατα παντοδαπὰ καὶ βοῦς εὖ [p. 24] τεθραμμένους, πρὸς τούτοις δὲ καὶ πέμματα καὶ τραγημάτων εἶδος παντοδαπῶν. ὁ δ᾽ Ἀγησίλαος τὰ μὲν πρόβατα καὶ τὰς βοῦς ἔλαβεν, τὰ δὲ πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδ᾽ ἔγνω κατεκεκάλυπτο γάρ. ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέλευσεν, εἰπὼν οὐ νόμιμον εἶναι Λακεδαιμονίοις χρῆσθαι τοιούτοις τοῖς ἐδέσμασι. λιπαρούντων δὲ τῶν Θασίων ' δότε, φησί, φέροντες ἐκείνοις δείξας αὐτοῖς τοὺς εἵλωτας, εἰπὼν ὅτι τούτους δέοι διαφθείρεσθαι τρώγοντας αὐτὰ πολὺ μᾶλλον ἢ αὐτὸν καὶ τοὺς παρόντας Λακεδαιμονίων.’ ὅτι δὲ τοῖς εἵλωσιν ὑβριστικῶς πάνυ ἐχρῶντο Λακεδαιμόνιοι καὶ Μύρων ὁ Πριηνεὺς ἱστορεῖ ἐν δευτέρῳ Μεσσηνιακῶν γράφων οὕτως: ‘τοῖς δ᾽ εἵλωσι πᾶν ὑβριστικὸν ἔργον ἐπιτάττουσι πρὸς πᾶσαν ἄγον ἀτιμίαν. κυνῆν τε γὰρ ἕκαστον φορεῖν ἐπάναγκες ὥρισαν καὶ διφθέραν περιβεβλῆσθαι πληγάς τε τεταγμένας λαμβάνειν κατ᾽ ἐνιαυτὸν ἀδικήματος χωρίς, ἵνα μήποτε δουλεύειν ἀπομάθωσιν. πρὸς δὲ τούτοις εἴ τινες ὑπερακμάζοιεν τὴν οἰκετικὴν ἐπιφάνειαν, ἐπέθηκαν ζημίαν θάνατον καὶ τοῖς κεκτημένοις ἐπιτίμιον, εἰ μὴ ἐπικόπτοιεν τοὺς ἁδρουμένους. καὶ παραδόντες αὐτοῖς τὴν χώραν ἔταξαν μοῖραν ἣν αὐτοῖς ἀνοίσουσιν αἰεί.’ χηνίζειν δὲ εἴρηται ἐπὶ τῶν αὐλούντων. Δίφιλος Συνωρίδι: [p. 26]
ἐχηνίασας, ποιοῦσι τοῦτο πάντες οἱ
παρὰ Τιμοθέῳ.