ἢ πάλιν ὄψων οὕτως:
τρίπους, χύτρα, λυχνεῖον, ἀκταία, βάθρον,
σπόγγος, λέβης, σκαφεῖον, ὅλμος, λήκυθος,
σπυρίς, μάχαιρα, τρυβλίον, κρατήρ, ῥαφίς,
ἐπί τε τῶν τραγημάτων ὁμοίως: [p. 506] ἄμης,
ἔτνος, φακῆ, τάριχος, ἰχθύς, γογγυλίς,
σκόροδον, κρέας, θύννειον, ἅλμη, κρόμμυον,
σκόλυμος, ἐλαία, κάππαρις, βολβός, μύκης.
ταῦτα μὲν ὁ Κλέαρχος. ὁ δὲ φλυακογράφος Σώπατρος ἐν τῷ ἐπιγραφομένῳ Πύλαι δράματί φησιν
πλακοῦς, ἔντιλτος, ἴτριον, ῥόα,
ᾠόν, ἐρέβινθος, σησάμη, κοπτή, βότρυς,
ἰσχάς, ἄπιος, πέρσεια, μῆλ᾽, ἀμύγδαλα
ἀπέχεις, ὦ καλέ μου λογιστὰ Οὐλπιανέ, τὴν κοπτὴν ἧς συμβουλεύω σοι ἀπεσθίειν.’ καὶ ὃς οὐδὲν μελλήσας ἀνελόμενος ἤσθιεν. γελασάντων δὲ πάντων ἔφη ὁ Δημόκριτος: ‘ ἀλλ᾽ οὐκ ἐσθίειν σοι προσέταξα, καλὲ ὀνοματοθήρα, ἀλλὰ μὴ ἐσθίειν: τὸ γὰρ ἀπεσθίειν οὕτως εἴρηκεν ἐν Φινεῖ ὁ κωμῳδιοποιὸς Θεόπομπος:
τίς δ᾽ ἀναρίθμου μήκωνος εὗρε κοπτὰς
ἢ κνηκοπύρους ἡδονὰς τραγημάτων ἔμιξεν;
ταῦτ᾽ ἢν ποῇς, ῥᾴων ἔσει τὴν οὐσίαν. χρῶνται δὲ τῷ ἀπεσθίειν καὶ ἀντὶ τοῦ ἀπό τινος ἐσθίειν, ὡς Ἕρμιππος ἐν Στρατιώταις:
παῦσαι κυβεύων, μειράκιον, καὶ τοῖς βλίτοις
διαχρῶ τὸ λοιπόν, κοιλίαν σκληρὰν ἔχεις:
τὰ πετραῖα τῶν ἰχθυδίων ἀπέσθιε:
ἡ τρὺξ ἄριστόν ἐστιν εἰς εὐβουλίαν.
’
οἴμοι τάλας, δάκνει,
δάκνει, ἀπεσθίει μου τὴν ἀκοήν.