previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

38.

Διόδωρος δ᾽ Σινωπεὺς ἐν Αὐλητρίδι:
ἐπὰν κυάθους πίῃ τις, Κρίτων, δέκα,
ἀεὶ παρ᾽ ἕκαστον ἐνδελεχῶς τὸ ποτήριον
πίνει τὸ λοιπόν, τοὺς λογισμοὺς δ᾽ ἐξεμεῖ.
ταῦτα σκόπει πρὸς σαυτόν.
οὐκ ἀγλαφύρως δὲ Λύσανδρος Σπαρτιάτης, ὥς φησιν Ἡγήσανδρος ἐν ὑπομνήμασι , τὸν οἶνον ὑδαρῆ πωλούντων τῶν καπήλων ἐν τῷ στρατοπέδῳ, κεκραμένον ἐκέλευσεν αὐτὸν πωλεῖν, ἵν᾽ αὐτὸν ἀκρατέστερον ὠνοῖντο. τὸ παραπλήσιον καὶ Ἄλεξις εἴρηκεν ἐν Αἰσώπῳ οὕτως :

κομψόν γε τοῦτ᾽ ἐστὶν παρ᾽ ὑμῖν, Σόλων,
ἐν ταῖς Ἀθήναις δεξιῶς θ᾽ εὑρημένον.
σο. τὸ ποῖον; α. ἐν τοῖς συμποσίοις οὐ πίνετε
ἄκρατον. σο. οὐ γὰρ ῥᾴδιον πωλοῦσι γὰρ [p. 456]
ἐν ταῖς ἁμάξαις εὐθέως κεκραμένον,
οὐχ ἵνα τι κερδαίνωσι, τῶν δ᾽ ὠνουμένων
προνοούμενοι τοῦ τὰς κεφαλὰς ὑγιεῖς ἔχειν
ἐκ κραιπάλης, τοῦτ᾽ ἐσθ᾽, ὁρᾷς, Ἑλληνικὸς
πότος, μετρίοισι χρωμένους ποτηρίοις
λαλεῖν τι καὶ ληρεῖν πρὸς αὑτοὺς ἡδέως.
τὸ μὲν γὰρ ἕτερον λουτρόν ἐστιν, οὐ πότος,
ψυκτῆρι πίνειν καὶ κάδοις: α. θάνατος μὲν οὖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: