καὶ ἐν Εὐρώπῃ:
πώνειν μὲν ἁμὲς καὶ φαγεῖν μάλ᾽ ἀνδρικοὶ
καὶ καρτερεῖμεν, τοῖς δ᾽ Ἀθηναίοις λέγειν
καὶ μικρὰ φαγέμεν, τοὶ δὲ Θηβαῖοι μέγα.
καὶ ἐν Ἴωνι:
κτίζε Βοιωτῶν πόλιν,
ἀνδρῶν ἀρίστων ἐσθίειν δι᾽ ἡμέρας. [p. 390]
ἐν δὲ Κέρκωψι:
οὕτω σφόδρ᾽ ἐστὶ τοὺς τρόπους Βοιώτιος
ὥστ᾽ οὐδὲ δειπνῶν, ὡς λέγουσ᾽, ἐμπίπλαται.
ἐν δὲ τοῖς Μυσοῖς πρὸς τὸν Ἡρακλέα ποιεῖ τινα τάδε λέγοντα:
μετὰ ταῦτα Θήβας ἦλθον, οὗ τὴν νύχθ᾽ ὅλην
τὴν θ᾽ ἡμέραν δειπνοῦσι καὶ κοπρῶν᾽ ἔχει
ἐπὶ ταῖς θύραις ἕκαστος, οὗ πλήρει βροτῷ
οὐκ ἔστι μεῖζον ἀγαθὸν ὡς χεζητιῶν
μακρὰν βαδίζων, πολλὰ δ᾽ ἀσθμαίνων ἀνήρ,
δάκνων τὰ χείλη παγγέλοιός ἐστ᾽ ἰδεῖν,
Δίφιλος δὲ ἐν Βοιωτίδι:
σὺ μὲν τὸ Θήβης, ὡς λέγεις, πέδον λιπών,
ἀνδρῶν ἀρίστων ἐσθίειν δι᾽ ἡμέρας
ὅλης τραχήλους καὶ κοπρῶνας πλησίον ...
Μνησίμαχος Βουσίριδι
οἷος ἐσθίειν πρὸ ἡμέρας
ἀρξάμενος ἢ πάλιν πρὸς ἡμέραν.
Ἄλεξις Τροφωνίῳ:
εἰμὶ γὰρ Βοιώτιος
ὀλίγα μὲν λαλῶν, Β. δίκαια ταῦτα. α. πολλὰ δ᾽:
ἐσθίων.
Ἀχαιὸς δ᾽ ἐν Ἄθλοις:
νῦν δ᾽ ἵνα μὴ παντελῶς Βοιώτιοι
φαίνησθ᾽ εἶναι τοῖς διασύρειν ὑμᾶς εἰθισμένοις
ὡς ἀκίνητοι ξυνέσει, ὁ βοᾶν καὶ πίνειν μόνον [p. 392]
καὶ δειπνεῖν ἐπιστάμενοι διὰ τέλους τὴν νύχθ᾽ ὅλην,
γυμνοῦθ᾽ αὑτοὺς θᾶττον ἅπαντες.
ι ἐκ τούτων εἰκός ἐστι καὶ Ἐρατοσθένη ἐν ταῖς ἐπιστολαῖς Πρεπέλαον φῆσαι ἐρωτηθέντα τί αὐτῷ δοκοῦσιν εἶναι Βοιωτοὶ εἰπεῖν ‘τί γὰρ ἄλλο ἢ τοιαῦτα ἐλάλουν, οἷα ἂν καὶ τὰ ἀγγεῖα φωνὴν λαβόντα, ὁπόσον ἕκαστος χωρεῖ ;’ Πολύβιος δ᾽ ὁ Μεγαλοπολίτης ἐν τῇ εἰκοστῇ τῶν ἱστοριῶν φησιν ὡς Βοιωτοὶ μεγίστην δόξαν λαβόντες κατὰ τὰ Λευκτρικὰ κατὰ μικρὸν ἀνέπεσον ταῖς ψυχαῖς καὶ ὁρμήσαντες ἐπ᾽ εὐωχίας καὶ μέθας διέθεντο καὶ κοινωνεῖα τοῖς φίλοις. πολλοὶ δὲ καὶ τῶν ἐχόντων γενεὰς ἀπεμέριζον τοῖς συσσιτίοις τὸ πλέον μέρος τῆς οὐσίας, ὥστε πολλοὺς εἶναι Βοιωτῶν οἷς ὑπῆρχε δεῖπνα τοῦ μηνὸς πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν. διόπερ Μεγαρεῖς μισήσαντες αὐτῶν τὴν τοιαύτην κατάστασιν ἀπένευσαν εἰς τοὺς Ἀχαιούς. [p. 394]
πότερα θεωροῖς εἴτ᾽ ἀγωνισταῖς λέγεις;
β, πόλλ᾽ ἐσθίουσιν, ὡς ἐπασκούντων τρόπος.
α. ποδαποὶ γάρ εἰσιν οἱ ξένοι; β. Βοιώτιοι.