ὁ τρεχέδειπνος, φησί, σοφιστής . Κλέαρχός φησι Χάρμον τὸν Συρακούσιον εὐτρεπίσθαι στιχίδια καὶ παροιμίας εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρατιθεμένων εἰς μὲν τὸν ἰχθὺν
ἥκω λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος, εἰς δὲ τοὺς κήρυκας:
χαίρετε, κήρυκες, Διὸς ἄγγελοι εἰς δὲ τὴν χορδὴν
εἰς δὲ τὴν ὠνθυλευμένην τευθίδα:
ἑλικτὰ κοὐδὲν ὑγιές,
σοφή, σοφὴ σύ, εἰς δὲ τὸ ἐν τοῖς ἑψητοῖς ὡραῖον
εἰς δὲ τὴν ἀποδεδαρμένην ἔγχελυν:
οὐκ ἀπ᾽ ἐμοῦ σκεδάσεις ὄχλον; [p. 16]
τοιούτους πολλούς φησι τῷ Λαρηνσίου παρεῖναι δείπνῳ, ὥσπερ συμβολὰς κομίζοντας τὰ ἀπὸ τῶν στρωματοδέσμων γράμματα. φησὶ δὲ καὶ ὅτι ὁ Χάρμος εἰς ἕκαστον τῶν παρατιθεμένων ἔχων τι πρόχειρον, ὡς προείρηται, ἐδόκει τοῖς Μεσσηνίοις πεπαιδευμένος εἶναι ὡς καὶ Καλλιφάνης ὁ τοῦ Παραβρύκοντος κληθεὶς ἀρχὰς ποιημάτων πολλῶν καὶ λόγων ἐκγραψάμενος ἀνειλήφει μέχρι τριῶν καὶ τεσσάρων στίχων, πολυμαθείας δόξαν προσποιούμενος. πολλοὶ δὲ καὶ ἄλλοι διὰ στόματος εἶχον τὰς ἐν τῷ Σικελικῷ μυραίνας, τὰς πλωτὰς ἐγχέλεις, τῶν Παχυνικῶν θύννων τὰς ἠτριαίας τοὺς ἐν Μήλῳ ἐρίφους, τοὺς ἐν Σκιάθῳ κεστρέας: καὶ τῶν ἀδόξων δὲ τὰς Πελωρίδας κόγχας τὰς ἐκ Λιπάρας μαινίδας, τὴν Μαντινικὴν γογγυλίδα, τὰς ἐκ Θηβῶν βουνιάδας καὶ τὰ παρ᾽ Ἀσκραίοις τεῦτλα. Κλεάνθης δὲ ὁ Ταραντῖνος, ὥς φησι Κλέαρχος, πάντα παρὰ τοὺς πότους ἔμμετρα ἔλεγε, καὶ Πάμφιλος δὲ ὁ Σικελός, ὡς ταῦτα: ‘ ἔγχει πιεῖν μοι καὶ τὸ πέρδικος σκέλος.’ ‘ἀμίδα δότω τις ἢ πλακοῦντά τις δότω.’ τὸν βίον, φησίν, εὐσταθεῖς, οὐκ ἐγχειρογάστορες. [p. 18] ‘γυργάθους ψηφισμάτων φέροντες,’ Ἀριστοφάνης φησίν.
οὐ προκαλυπτομένα βοστρυχώδεα.