previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῷ δὲ Ἀράτῳ συνῆλθον εἰς Σικυῶνα τῶν Ἀχαιῶν οὐ πολλοί:1 καὶ γενομένης ἐκκλησίας ᾑρέθη στρατηγὸς αὐτοκράτωρ, καὶ περιεστήσατο φρουρὰν ἐκ τῶν ἑαυτοῦ πολιτῶν, τριάκοντα μὲν ἔτη καὶ τρία πεπολιτευμένος ἐν τοῖς Ἀχαιοῖς, πεπρωτευκὼς δὲ καὶ δυνάμει καὶ δόξῃ τῶν Ἑλλήνων, τότε δὲ ἔρημος καὶ ἄπορος συντετριμμένος, ὥσπερ ἐπὶ ναυαγίου τῆς πατρίδος ἐν τοσούτῳ σάλῳ καὶ κινδύνῳ διαφερόμενος. [2] καὶ γὰρ Αἰτωλοὶ δεομένου βοηθεῖν ἀπείπαντο, καὶ τὴν Ἀθηναίων πόλιν χάριτι τοῦ Ἀράτου πρόθυμον οὖσαν οἱ περὶ Εὐρυκλείδην καὶ Μικίωνα διεκώλυσαν. ὄντων δὲ τῷ Ἀράτῳ καὶ χρημάτων ἐν Κορίνθῳ καὶ οἰκίας, Κλεομένης ἥψατο μὲν οὐδενός οὐδὲ ἄλλον εἴασε, μεταπεμψάμενος δὲ τοὺς φίλους αὐτοῦ καὶ τοὺς διοικητάς ἐκέλευε [p. 96] πάντα διοικεῖν2 καὶ φυλάσσειν ὡς Ἀράτῳ λόγον ὑφέξοντας: [3] ἰδίᾳ δὲ πρὸς αὐτὸν ἔπεμψε Τρίπυλον καὶ πάλιν Μεγιστόνουν τὸν πατρῳόν ὑπισχνούμενος ἄλλα τε πολλὰ καὶ δώδεκα τάλαντα σύνταξιν ἐνιαύσιον, ὑπερβαλλόμενος τῷ ἡμίσει Πτολεμαῖον ἐκεῖνος γὰρ ἓξ τάλαντα τῷ Ἀράτῳ κατ᾽ ἐνιαυτὸν ἀπέστελλεν. ἠξίου δὲ τῶν Ἀχαιῶν ἡγεμὼν ἀναγορευθῆναι καὶ κοινῇ μετ᾽ αὐτῶν φυλάσσειν τὸν Ἀκροκόρινθον. [4] τοῦ δὲ Ἀράτου φήσαντος ὡς οὐκ ἔχοι τὰ πράγματα, μᾶλλον δὲ ὑπ᾽ αὐτῶν ἔχοιτο, καὶ κατειρωνεύσασθαι δόξαντος, ἐμβαλὼν εὐθὺς τὴν Σικυωνίαν ἐπόρθει καὶ κατέφθειρε καὶ προσεκάθητο τῇ πόλει τρεῖς μῆνας, ἐγκαρτεροῦντος τοῦ Ἀράτου καὶ διαποροῦντος εἰ δέξεται τὸν Ἀντίγονον ἐπὶ τῷ παραδοῦναι τὸν Ἀκροκόρινθον: ἄλλως γὰρ οὐκ ἐβούλετο βοηθεῖν.

1 οὐ πολλοί Ziegler, with Sg and most good MSS.: οἱ πολλοί.

2 διοικεῖν suggested by Sintenis, with comparison of Cleomenes, xix. 3: ποιεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: