Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἀσπασαμένου δ᾽ αὑτοῦ πρῶτον τὴν ἀδελφήν, εἶτα τὸ παιδίον, ἡ Ἀριστομάχη προσαγαγοῦσα τὴν Ἀρετήν, ‘ἠτυχοῦμεν, ὦ Δίων,’
ἔφη, ‘
σοῦ φεύγοντος:
ἥκων δὲ καὶ νικῶν ἀφῄρηκας ἡμῶν ἁπάντων τὰς κατηφείας, πλὴν μόνης ταύτης, ἣν ἐπεῖδον ἡ δυστυχὴς ἐγὼ σοῦ ζῶντος ἑτέρῳ συνελθεῖν βιασθεῖσαν.
ὅτε
οὖν σὲ κύριον ἡμῶν ἡ τύχη πεποίηκε, πῶς αὐτῇ διαιτᾷς ἐκείνην τὴν ἀνάγκην; πότερον ὡς θεῖον ἢ καὶ ὡς ἄνδρα σε ἀσπάσεται;’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.