Click on a word to bring up parses, dictionary entries, and frequency statistics
77.
γνοὺς οὖν ὅτι ζῇ, προθύμως ἐκέλευσεν
ἄρασθαι τοῖς ὑπηρέταις τὸ σῶμα, καὶ διὰ
χειρῶν προσεκομίσθη ταῖς θύραις τοῦ οἰκήματος.
ἡ δὲ Κλεοπάτρα τὰς μὲν θύρας οὐκ ἀνέῳξεν, ἐκ
δὲ θυρίδων τινῶν φανεῖσα σειρὰς καὶ καλώδια
καθίει. καὶ τούτοις ἐναψάντων τὸν Ἀντώνιον
ἀνεῖλκεν αὐτὴ καὶ δύο γυναῖκες, ἃς μόνας ἐδέξατο
μεθ᾽ αὑτῆς εἰς τὸν τάφον.
[2]
οὐδὲν ἐκείνου λέγουσιν
οἰκτρότερον γενέσθαι οἱ παραγενόμενοι θέαμα.
πεφυρμένος γὰρ αἵματι καὶ δυσθανατῶν εἵλκετο,
τὰς χεῖρας ὀρέγων εἰς ἐκείνην καὶ παραιωρούμενος.
οὐ γὰρ ἦν γυναιξὶ ῥᾴδιον τὸ ἔργον, ἀλλὰ
μόλις ἡ Κλεοπάτρα ταῖν χεροῖν ἐμπεφυκυῖα καὶ
κατατεινομένη τῷ προσώπῳ τὸν δεσμὸν ἀνελάμβανεν,
ἐπικελευομένων τῶν κάτωθεν αὐτῇ καὶ
συναγωνιώντων.
[3]
δεξαμένη δὲ αὐτὸν οὕτως καὶ
κατακλίνασα περιερρήξατο τε τοὺς πέπλους ἐπ᾽
αὐτῷ, καὶ τὰ στέρνα τυπτομένη καὶ σπαράττουσα
ταῖς χερσί, καὶ τῷ προσώπῳ τοῦ αἵματος ἀναματτομένη,
δεσπότην ἐκάλει καὶ ἄνδρα καὶ αὐτοκράτορα:
καὶ μικροῦ δεῖν ἐπιλέληστο τῶν αὑτῆς
κακῶν οἴκτῳ τῶν ἐκείνου. καταπαύσας δὲ τὸν θρῆνον
αὐτῆς Ἀντώνιος ᾔτησε πιεῖν οἶνον, εἴτε διψῶν,
εἴτε συντομώτερον ἐλπίζων ἀπολυθήσεσθαι.
[4]
πιὼν
δὲ παρῄνεσεν αὐτῇ τὰ μὲν ἑαυτῆς, ἂν ᾖ μὴ
μετ᾽ αἰσχύνης, σωτήρια τίθεσθαι, μάλιστα τῶν
Καίσαρος ἑταίρων Προκληΐῳ πιστεύουσαν, αὐτὸν
δὲ μὴ θρηνεῖν ἐπὶ ταῖς ὑστάταις μεταβολαῖς,
ἀλλὰ μακαρίζειν ὧν ἔτυχε καλῶν, ἐπιφανέστατος
ἀνθρώπων γενόμενος καὶ πλεῖστον ἰσχύσας καὶ
νῦν οὐκ ἀγεννῶς Ῥωμαῖος ὑπὸ Ῥωμαίου κρατηθείς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.