Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Φώκῳ δὲ τῷ υἱῷ βουλομένῳ ἀγωνίσασθαι
Παναθηναίοις ἀποβάτην ἐφῆκεν,1 οὐχὶ τῆς νίκης
ὀρεγόμενος, ἀλλ᾽ ὅπως ἐπιμεληθεὶς καὶ ἀσκήσας τὸ σῶμα βελτίων ἔσοιτο καὶ γὰρ ἦν ἄλλως φιλοπότης καὶ ἄτακτος ὁ νεανίσκος, νικήσαντος δὲ καὶ πολλῶν αἰτουμένων ἑστιᾶσαι τὰ νικητήρια, τοὺς ἄλλους Φωκίων παραιτησάμενος ἑνὶ τὴν φιλοτιμίαν ταύτην συνεχώρησεν.
[2]
ὡς δὲ
ἐλθὼν ἐπὶ τὸ δεῖπνον ἄλλην τε σοβαρὰν ἑώρα
[p. 190]
παρασκευὴν καὶ ποδανιπτῆρας οἴνου δι᾽ ἀρωμάτων προσφερομένους τοῖς εἰσιοῦσι, καλέσας τὸν υἱὸν, ‘οὐ
παύσεις’ ἔφη, ‘τὸν ἑταῖρον, ὦ Φῶκε, διαφθείροντά σου τὴν νίκην ;’ βουλόμενος δὲ καὶ καθόλου μεταστῆσαι τὸ μειράκιον ἐκ τῆς διαίτης ἐκείνης, ἀπήγαγεν εἰς Λακεδαίμονα καὶ κατέμιξε τοῖς ἀγομένοις τὴν λεγομένην ἀγωγὴν νεανίσκοις.
[3]
καὶ τοῦτο τοὺς Ἀθηναίους ἐλύπησεν, ὡς ὑπερορῶντος καὶ ὑπερφρονοῦντος τὰ οἰκεῖα τοῦ Φωκίωνος: εἰπόντος δὲ τοῦ Δημάδου πρὸς αὐτόν, ‘τί οὐ πείθομεν, ὦ Φωκίων, Ἀθηναίους τὴν Λακωνικὴν προσδέξασθαι πολιτείαν; ἐὰν γὰρ σὺ κελεύῃς,
ἐγὼ γράφειν καὶ λέγειν ἕτοιμός εἰμι,’
‘πάνυ γοῦν,’ ἔφη, ‘πρέψειεν ἄν σοι μύρου τοσοῦτον ὄζοντι καὶ χλανίδα τοιαύτην φοροῦντι συμβουλεύειν Ἀθηναίοις περὶ φιλιτίων καὶ τὸν Λυκοῦργον ἐπαινεῖν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.