Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
τὴν δὲ [p. 608] δευτέραν αὐτῷ μάχεσθαι μέλλοντι φοιτᾷ τὸ αὐτὸ φάσμα τῆς
νυκτὸς αὖθις, οὐχ ὥστε τι προσειπεῖν, ἀλλὰ συνεὶς ὁ Βροῦτος τὸ
πεπρωμένον ἔρριψε φέρων ἑαυτὸν εἰς τὸν κίνδυνον. οὐ μὴν ἔπεσεν
ἀγωνιζόμενος, ἀλλὰ τῆς τροπῆς γενομένης ἀναφυγὼν πρός τι κρημνῶδες καὶ
τῷ ξίφει γυμνῷ προσβαλὼν τὸ στέρνον, ἅμα καὶ φίλου τινὸς, ὥς φασι,
συνεπιρρώσαντος τὴν πληγήν, ἀπέθανεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.