previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

θνῄσκει δὲ Καῖσαρ τὰ μὲν πάντα γεγονὼς ἔτη πεντήκοντα καὶ ἕξ, Πομπηΐῳ δ᾽ ἐπιβιώσας οὐ πολὺ πλέον ἐτῶν τεσσάρων, ἣν δὲ τῷ βίῳ παντὶ ἀρχὴν καὶ δυναστείαν διὰ κινδύνων τοσούτων διώκων μόλις κατειργάσατο, ταύτης οὐδὲν ὅτι μὴ τοὔνομα μόνον καὶ τὴν ἐπίφθονον καρπωσάμενος δόξαν παρὰ τῶν πολιτῶν, [2] μέντοι μέγας αὐτοῦ δαίμων, παρὰ τὸν βίον ἐχρήσατο, καὶ τελευτήσαντος ἐπηκολούθησε τιμωρὸς τοῦ φόνου, διά τε γῆς πάσης καὶ θαλάττης ἐλαύνων καὶ ἀνιχνεύων ἄχρι τοῦ μηδένα λιπεῖν τῶν ἀπεκτονότων, ἀλλὰ καὶ τοὺς καθ᾽ ὁτιοῦν χειρὶ τοῦ ἔργου θιγόντας γνώμης μετασχόντας ἐπεξελθεῖν.

[3] θαυμασιώτατον δὲ τῶν μὲν ἀνθρωπίνων τὸ περὶ Κάσσιον ἡττηθεὶς γὰρ ἐν Φιλίπποις ἐκείνῳ τῷ ξιφιδίῳ διέφθειρεν ἑαυτὸν κατὰ Καίσαρος ἐχρήσατο τῶν δὲ θείων τε μέγας κομήτης ἐφάνη γὰρ ἐπὶ νύκτας ἑπτὰ μετὰ τὴν Καίσαρος [p. 606] σφαγὴν διαπρεπής, εἶτα ἠφανίσθη καὶ τὸ περὶ τὸν ἥλιον ἀμαύρωμα τῆς αὐγῆς. [4] ὅλον γὰρ ἐκεῖνον τὸν ἐνιαυτὸν ὠχρὸς μὲν κύκλος καὶ μαρμαρυγὰς οὐκ ἔχων ἀνέτελλεν, ἀδρανὲς δὲ καὶ λεπτὸν ἀπ᾽ αὐτοῦ κατῄει τὸ θερμόν, ὥστε τὸν μὲν ἀέρα δνοφερὸν καὶ βαρὺν ἀσθενείᾳ τῆς διακρινούσης αὐτὸν ἀλέας ἐπιφέρεσθαι, τοὺς δὲ καρποὺς ἡμιπέπτους καὶ ἀτελεῖς ἀπανθῆσαι καὶ παρακμάσαι διά τὴν ψυχρότητα τοῦ περιέχοντος, [5] μάλιστα δὲ τὸ Βρούτῳ γενόμενον φάσμα τὴν Καίσαρος ἐδήλωσε σφαγὴν οὐ γενομένην θεοῖς ἀρεστήν ἦν δὲ τοιόνδε. μέλλων τὸν στρατὸν ἐξ : Ἀβύδου διαβιβάζειν εἰς τὴν ἑτέραν ἤπειρον ἀνεπαύετο νυκτὸς, ὥσπερ εἰώθει, κατὰ σκηνήν, οὐ καθεύδων, ἀλλὰ φροντίζων περὶ τοῦ μέλλοντος λέγεται γὰρ οὗτος ἁνὴρ ἥκιστα δὴ τῶν στρατηγῶν ὑπνώδης γενέσθαι καὶ πλεῖστον ἑαυτῷ χρόνον ἐγρηγορότι χρῆσθαι [6] πεφυκώς ψόφου δέ τινος αἰσθέσθαι περὶ τὴν θύραν ἔδοξε, καὶ πρός τὸ τοῦ λύχνου φῶς ἤδη καταφερομένου σκεψάμενος ὄψιν εἶδε φοβερὰν ἀνδρὸς ἐκφύλου τὸ μέγεθος καὶ χαλεποῦ τὸ εἶδος, ἐκπλαγεὶς δὲ τὸ πρῶτον, ὡς ἑώρα μήτε πράττοντά τι μήτε φθεγγόμενον, ἀλλὰ ἑστῶτα σιγῇ παρὰ τὴν κλίνην, ἠρώτα ὅστίς ἐστιν, [7] ἀποκρίνεται δ᾽ αὐτῷ τὸ φάσμα σὸς, Βροῦτε, δαίμων κακός ὄψει δέ με περὶ Φιλίππους.’ τότε μὲν οὖν Βροῦτος εὐθαρσῶς, ‘ὂψομαι,’ εἶπε καὶ τὸ δαιμόνιον εὐθὺς ἐκποδὼν ἀπῄει. τῷ δ᾽ ἱκνουμένῳ χρόνῳ περὶ τοὺς Φιλίππους ἀντιταχθεὶς Ἀντωνίῳ καὶ Καίσαρι τῇ μὲν πρώτῃ μάχῃ κρατήσας τὸ καθ᾽ ἑαυτὸν ἐτρέψατο καὶ διεξήλασε πορθῶν τὸ Καίσαρος στρατόπεδον, [8] τὴν δὲ [p. 608] δευτέραν αὐτῷ μάχεσθαι μέλλοντι φοιτᾷ τὸ αὐτὸ φάσμα τῆς νυκτὸς αὖθις, οὐχ ὥστε τι προσειπεῖν, ἀλλὰ συνεὶς Βροῦτος τὸ πεπρωμένον ἔρριψε φέρων ἑαυτὸν εἰς τὸν κίνδυνον. οὐ μὴν ἔπεσεν ἀγωνιζόμενος, ἀλλὰ τῆς τροπῆς γενομένης ἀναφυγὼν πρός τι κρημνῶδες καὶ τῷ ξίφει γυμνῷ προσβαλὼν τὸ στέρνον, ἅμα καὶ φίλου τινὸς, ὥς φασι, συνεπιρρώσαντος τὴν πληγήν, ἀπέθανεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: